Humanitext Reader

波利比奥斯 · 历史 §4.66.1-4.66.11

菲力回国与地中海各地的同期局势

第 343 段,共 1311 段 · 希腊语

内容简介

菲力国王因收到达尔达尼亚人企图入侵马其顿的急报而仓促回国,敌人随即闻风撤退。同时,在同盟战争第一年结束之际,文中也概述了罗马凯旋式及汉尼拔攻陷萨贡托等同时期地中海各地的动态。

§4.66.1ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως, παρῆν ἐκ Μακεδονίας ἄγγελος διασαφῶν ὅτι συμβαίνει τοὺς Δαρδανεῖς, ὑπονενοηκότας τὴν εἰς Πελοπόννησον αὐτοῦ στρατείαν, ἁθροίζειν δυνάμεις καὶ παρασκευὴν ποιεῖσθαι μεγάλην, κεκρικότας ἐμβαλεῖν εἰς τὴν Μακεδονίαν.
当国王仍忙于这些事务时,一名使者从马其顿赶来,通报说达尔达尼亚人察觉到他前往伯罗奔尼撒的远征,正在集结军队并做重大准备,已决定侵入马其顿。
§4.66.2ἀκούσας δὲ ταῦτα καὶ νομίσας ἀναγκαῖον εἶναι βοηθεῖν κατὰ τάχος τῇ Μακεδονίᾳ, τοὺς μὲν παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἀπέστειλε, δοὺς ἀπόκρισιν ὅτι τοῖς προσηγγελμένοις ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν,
听到这个消息,并认为有必要迅速增援马其顿,他打发了阿卡亚人的使者,给出了答复:在应对了所通报的事态之后,他此后不会将任何事情看得比竭力援助他们更为紧要。
§4.66.3αὐτὸς δʼ ἀναζεύξας μετὰ σπουδῆς ἐποιεῖτο τὴν ἐπάνοδον, ᾗπερ καὶ τὴν παρουσίαν ἐπεποίητο.
他自己则急忙拔营,沿着他来时的同一路线折返。
§4.66.4μέλλοντος δʼ αὐτοῦ διαβαίνειν τὸν Ἀμβρακικὸν κόλπον ἐξ Ἀκαρνανίας εἰς Ἤπειρον, παρῆν ἐφʼ ἑνὸς λέμβου Δημήτριος ὁ Φάριος, ἐκπεπτωκὼς ὑπὸ Ῥωμαίων ἐκ τῆς Ἰλλυρίδος· ὑπὲρ ὧν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται.
当他正要乘船渡过阿姆布拉基亚湾,从阿卡纳尼亚前往伊庇鲁斯时,法罗斯的德米特里乌斯坐着一艘快速船来到,他已被罗马人从伊利里亚驱逐;关于这些,我们在此前的部分中已经说明。
§4.66.5τοῦτον μὲν οὖν Φίλιππος ἀποδεξάμενος φιλανθρώπως ἐκέλευσε πλεῖν ὡς ἐπὶ Κόρινθον κἀκεῖθεν ἥκειν διὰ Θετταλίας εἰς Μακεδονίαν· αὐτὸς δὲ διαβὰς εἰς τὴν Ἤπειρον προῆγε κατὰ τὸ συνεχὲς εἰς τὸ πρόσθεν.
菲力友好地接纳了他,命令他乘船前往科林斯,并从那里取道色萨利前往马其顿;他自己则渡海到伊庇鲁斯,继续不停地向前推进。
§4.66.6παραγενομένου δʼ αὐτοῦ τῆς Μακεδονίας εἰς Πέλλαν, ἀκούσαντες οἱ Δαρδάνιοι παρὰ Θρᾳκῶν τινων αὐτομόλων τὴν παρουσίαν τοῦ Φιλίππου, καταπλαγέντες παραχρῆμα διέλυσαν τὴν στρατείαν, καίπερ ἤδη σύνεγγυς ὄντες τῆς Μακεδονίας.
当他抵达马其顿的佩拉时,达尔达尼亚人从一些色雷斯逃兵那里听说了菲力的到来,大为惊恐,随即解散了军队,尽管他们当时已经逼近马其顿。
§4.66.7Φίλιππος δὲ πυθόμενος τὴν τῶν Δαρδανέων μετάνοιαν, τοὺς μὲν Μακεδόνας διαφῆκε πάντας ἐπὶ τὴν τῆς ὀπώρας συγκομιδήν, αὐτὸς δὲ πορευθεὶς εἰς Θετταλίαν τὸ λοιπὸν μέρος τοῦ θέρους ἐν Λαρίσῃ διῆγε.
菲力得知达尔达尼亚人打消了念头,便让所有马其顿人散去收割庄稼,他自己则前往色萨利,在拉里萨度过了夏天的余下时光。
§4.66.8κατὰ δὲ τὸν καιρὸν τοῦτον Αἰμίλιος ἐκ τῆς Ἰλλυρίδος εἰσῆγε λαμπρῶς εἰς τὴν Ῥώμην τὸν θρίαμβον, Ἀννίβας δὲ Ζάκανθαν ᾑρηκὼς κατὰ κράτος διέλυσε τὰς δυνάμεις εἰς παραχειμασίαν· §4.66.9Ῥωμαῖοι δέ, προσπεσούσης αὐτοῖς τῆς Ζακανθαίων ἁλώσεως, πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας Ἀννίβαν παρὰ Καρχηδονίων, ἅμα δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο, καταστήσαντες ὑπάτους Πόπλιον Κορνήλιον καὶ Τεβέριον Σεμπρώνιον.
就在这个时候,艾米里乌斯正因伊利里亚的战功在罗马举行盛大的凯旋式,而汉尼拔在强行夺取扎坎特后,已解散军队去过冬;罗马人得知扎坎特陷落的消息后,派遣使者向迦太基人要求交出汉尼拔,同时也为战争做准备,任命普布利乌斯·科尔内利乌斯和提贝里乌斯·塞姆普罗尼乌斯为执政官。
§4.66.10ὑπὲρ ὧν ἡμεῖς τὰ μὲν κατὰ μέρος ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν· νῦν δʼ ἀναμνήσεως χάριν αὐτὰ προηνεγκάμεθα κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν, ἵνα γινώσκηται τὰ κατάλληλα τῶν πραγμάτων.
关于这些,我们已在上一卷中作了详细叙述;现在为了便于回忆,我们按照最初的承诺重提这些事情,以便让读者了解各项事件之间的相互关联。
§4.66.11καὶ τὸ μὲν πρῶτον ἔτος ἔληγε τῆς ὑποκειμένης
而所讨论的第一年也行将结束

词汇与语法注释

  1. §4.66.1ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως — 属格独立结构。短语 περὶ ταῦτα γίγνεσθαι 意为“忙于这些事务”,在此处以 τοῦ βασιλέως 为逻辑主语,起时间状语的作用,译为“当国王仍忙于这些事务时”。
  2. §4.66.2οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι — 比较级形容词 προυργιαίτερον(更紧要的、更优先的)后接表示比较对象的属格不定式 τοῦ βοηθεῖν(援助)。表示强烈的决心,意为“此后他不会将任何事情看得比援助他们更为紧要”。
  3. §4.66.4ἐκπεπτωκὼς ὑπὸ Ῥωμαίων — 不及物动词 ἐκπίπτω(被逐出、流放)在此处作被动意义使用,并带有所述行为主体的介词短语 ὑπὸ Ῥωμαίων(被罗马人)。这是古希腊语中的常见用法,即用具有主动形式的不及物动词来承担被动意义。
  4. §4.66.9πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας — 动词 ἔπεμπον(派遣)后接表示目的的将来时分词 ἐξαιτήσοντας(为了要求)。这是古希腊语中表示主句主语(此处为“罗马人”)意图或目的的经典用法。

引用这一段

波利比奥斯, 历史 §4.66.1-4.66.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.66.1-4.66.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。