§4.65.1καταφέρειν.
破壊するように。
διελθὼν δὲ τὰ στενὰ τὸ λοιπὸν ἤδη βάδην καὶ πραεῖαν ἐποιεῖτο τὴν πορείαν, ἀναστροφὴν διδοὺς τῇ δυνάμει πρὸς τὰς ἀπὸ τῆς χώρας ὠφελείας.
関門を通り抜けた後、これ以降は歩みを緩め、ゆっくりと行軍を進め、その地方からの略奪の機会を軍隊に与えた。
§4.65.2γέμοντος δὲ τοῦ στρατοπέδου πάντων τῶν ἐπιτηδείων, ἧκε πρὸς τοὺς [Ἀχαιοὺς] Οἰνιάδας.
軍営があらゆる必需品で満たされると、彼はオイニアダイへと至った。
§4.65.3καταστρατοπεδεύσας δὲ πρὸς τὸ Παιάνιον τοῦτο πρῶτον ἐξελεῖν ἔκρινε·
パイアニオンの近くに宿営すると、彼はまずこの場所を攻略することを決めた。
ποιησάμενος δὲ προσβολὰς συνεχεῖς εἷλεν αὐτὸ κατὰ κράτος, πόλιν κατὰ μὲν τὸν περίβολον οὐ μεγάλην — ἐλάττων γὰρ ἦν ἑπτὰ σταδίων — κατὰ δὲ τὴν σύμπασαν κατασκευὴν οἰκιῶν καὶ τειχῶν καὶ πύργων οὐδʼ ὁποίας ἥττω.
そして絶え間ない攻撃を仕掛けてこれを力ずくで占領した。 この都市は、外周の規模においては大きくなく――七スタディオン未満であったが――住宅、城壁、塔といった全体の構造の点においては、いかなる都市にも劣っていなかった。
§4.65.4ταύτης δὲ τὸ μὲν τεῖχος κατέσκαψε πᾶν εἰς ἔδαφος, τὰς δʼ οἰκήσεις διαλύων τὰ ξύλα καὶ τὸν κέραμον εἰς σχεδίας καθήρμοζε καὶ συνεχῶς κατῆγεν αὐτὰς τῷ ποταμῷ μετὰ πολλῆς φιλοτιμίας εἰς τοὺς Οἰνιάδας.
この都市の城壁を彼は完全に地面まで取り壊し、住宅については解体して、木材や瓦を筏に組み立て、非常な熱意をもってそれらを川伝いに次々とオイニアダイへと運ばせた。
§4.65.5οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον ἐπεβάλοντο διατηρεῖν τὴν ἄκραν τὴν ἐν τοῖς Οἰνιάδαις, ἀσφαλισάμενοι τείχεσι καὶ τῇ λοιπῇ κατασκευῇ· συνεγγίζοντος δὲ τοῦ Φιλίππου καταπλαγέντες ἐξεχώρησαν.
アイトリア人たちは、最初はオイニアダイにある砦を城壁やその他の防御施設で補強して維持しようと試みたが、フィリッポスが近づいてくると、恐怖に打たれて退去した。
§4.65.6ὁ δὲ βασιλεὺς παραλαβὼν καὶ ταύτην τὴν πόλιν, ἐξ αὐτῆς προελθὼν κατεστρατοπέδευσε τῆς Καλυδωνίας πρός τι χωρίον ὀχυρόν, ὃ καλεῖται μὲν Ἔλαος, ἠσφάλισται δὲ τείχεσι καὶ ταῖς λοιπαῖς παρασκευαῖς διαφερόντως, Ἀττάλου τὴν περὶ αὐτὸ κατασκευὴν ἀναδεξαμένου τοῖς Αἰτωλοῖς.
王はこの都市をも手中に収めると、そこから前進して、カリュドニア地方のエラオスと呼ばれる堅固な場所に宿営した。 そこは城壁やその他の備えによって極めて強固に守られており、アッタロスがアイトリア人のためにその一帯の建設を引き受けていた。
§4.65.7γενόμενοι δὲ καὶ τούτου κύριοι κατὰ κράτος οἱ Μακεδόνες, καὶ πᾶσαν κατασύραντες τὴν Καλυδωνίαν, ἧκον πάλιν εἰς τοὺς Οἰνιάδας.
マケドニア人たちはこの場所をも力ずくで手中に収め、カリュドニア地方全域を荒らし回った後、再びオイニアダイへと戻った。
§4.65.8ὁ δὲ Φίλιππος συνθεασάμενος τὴν εὐκαιρίαν τοῦ τόπου, πρός τε τἄλλα καὶ μάλιστα πρὸς τὰς εἰς Πελοπόννησον διαβάσεις, ἐπεβάλετο τειχίζειν τὴν πόλιν.
フィリッポスは、その場所が様々な点において、とりわけペロポネソスへの渡航に関して極めて好都合な位置にあることを見抜くと、この都市を城壁で囲むことを企てた。
§4.65.9τοὺς γὰρ Οἰνιάδας κεῖσθαι συμβαίνει παρὰ θάλατταν, ἐπὶ τῷ πέρατι τῆς Ἀκαρνανίας τῷ πρὸς Αἰτωλοὺς συνάπτοντι, περὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου.
というのも、オイニアダイは海の近く、アイトリア人と接するアカルナニアの境界、コリントス湾の入り口付近に位置しているからである。
§4.65.10τῆς δὲ Πελοποννήσου τέτακται μὲν ἡ πόλις καταντικρὺ τῆς παραλίας τῆς τῶν Δυμαίων, ἔγγιστα δʼ αὐτῆς ὑπάρχει τοῖς κατὰ τὸν Ἄραξον τόποις·
ペロポネソスに対して、この都市はデュメ人の沿岸の真向かいに位置しており、アラクソス岬のあたりに極めて近接している。
ἀπέχει γὰρ οὐ πλεῖον ἑκατὸν σταδίων.
その距離は百スタディオンを超えない。
εἰς ἃ βλέψας τήν τε ἄκραν καθʼ αὑτὴν ἠσφαλίσατο,
これらの点に着目して、彼はまず砦そのものを独自に強化した。
§4.65.11καὶ τῷ λιμένι καὶ τοῖς νεωρίοις ὁμοῦ τεῖχος περιβαλὼν ἐνεχείρει συνάψαι πρὸς τὴν ἄκραν, χρώμενος πρὸς τὴν οἰκονομίαν ταῖς ἐκ τοῦ Παιανίου παρασκευαῖς.
そして、港と船音の周囲を囲む壁を巡らし、パイアニオンから運んできた資材をその建設のために用いて、それらを砦に結びつけようと試みた。