§4.67.1ὀλυμπιάδος.
録。
παρὰ δὲ τοῖς Αἰτωλοῖς ἤδη τῶν ἀρχαιρεσίων καθηκόντων στρατηγὸς ᾑρέθη Δωρίμαχος·
一方、アイトリア人の間ではすでに選挙の時期が来ていたので、ドリマコスが将軍に選出された。
ὃς παραυτίκα τὴν ἀρχὴν παραλαβὼν καὶ τοὺς Αἰτωλοὺς ἁθροίσας μετὰ τῶν ὅπλων, ἐνέβαλεν εἰς τοὺς ἄνω τόπους τῆς Ἠπείρου καὶ τὴν χώραν ἐδῄου, θυμικώτερον χρώμενος τῇ καταφθορᾷ·
彼は直ちに職務を引き継ぎ、アイトリア人たちを武装させて集めると、エペイロスの上部地方へ侵入してその地を略奪し、きわめて容赦なく破壊活動を行った。
§4.67.2τὸ γὰρ πλεῖον οὐ τῆς σφετέρας ὠφελείας, ἀλλὰ τῆς τῶν Ἠπειρωτῶν βλάβης χάριν ἕκαστα συνετέλει.
というのも、彼はその活動の大部分を、自分たちの利益のためではなく、エペイロス人の被る損害のために実行したからである。
§4.67.3παραγενόμενος δὲ πρὸς τὸ περὶ Δωδώνην ἱερὸν τάς τε στοὰς ἐνέπρησε καὶ πολλὰ τῶν ἀναθημάτων διέφθειρε, κατέσκαψε δὲ καὶ τὴν ἱερὰν οἰκίαν,
彼はドドネの神殿に至ると、回廊に火を放ち、多くの奉納品を破壊し、神聖な建物をも土台から取り壊した。
§4.67.4ὥστε μήτʼ εἰρήνης ὅρον μήτε πολέμου πρὸς Αἰτωλοὺς ὑπάρχειν, ἀλλʼ ἐν ἀμφοτέραις ταῖς περιστάσεσι παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη καὶ νόμιμα χρῆσθαι ταῖς ἐπιβολαῖς.
その結果、アイトリア人に対しては平和の限界も戦争の限界も存在せず、彼らはどちらの状況においても、人類共通の慣習や法に反して自らの企てを実行することになった。
§4.67.5οὗτος μὲν οὖν ταῦτα καὶ τοιαῦτα διαπραξάμενος ἐπανῆγεν αὖθις εἰς τὴν οἰκείαν.
そこで彼は、これらおよびこれに類する行為をやり遂げて、再び本国へと引き揚げた。
§4.67.6τοῦ δὲ χειμῶνος ἔτι προβαίνοντος, καὶ πάντων ἀπηλπικότων τὴν παρουσίαν τοῦ Φιλίππου διὰ τὸν καιρόν, ἀναλαβὼν ὁ βασιλεὺς χαλκάσπιδας μὲν τρισχιλίους, πελταστὰς δὲ δισχιλίους καὶ Κρῆτας τριακοσίους, πρὸς δὲ τούτοις ἱππεῖς τοὺς περὶ τὴν αὐλὴν εἰς τετρακοσίους, προῆγεν ἀπὸ Λαρίσης·
冬がさらに進む中、また季節の厳しさゆえに誰もがフィリッポスの到来を諦めていたときに、王は青銅盾兵三千人、ペルタステス二千人、クレタ人三百人を率い、これらに加えて宮廷お抱えの騎兵約四百人を引き連れて、ラリサから進軍した。
§4.67.7καὶ διαβιβάσας τούτους ἐκ Θετταλίας εἰς Εὔβοιαν κἀκεῖθεν εἰς Κῦνον ἧκε διὰ τῆς Βοιωτίας καὶ Μεγαρίδος εἰς Κόρινθον περὶ τροπὰς χειμερινάς, ἐνεργὸν καὶ λαθραίαν πεποιημένος τὴν παρουσίαν οὕτως ὥστε μηδένα Πελοποννησίων ὑπονοῆσαι τὸ γεγονός.
そして、彼らをテッサリアからエウボイアへ、そこからキュノスへと渡らせて、ボイオティアとメガリスを通って冬至の頃にコリントスに到着した。 彼は自らの到来をきわめて迅速かつ隠密なものにしたので、ペロポネソス人の誰一人としてその出来事を察知しなかった。
§4.67.8κλείσας δὲ τὰς πύλας τοῦ Κορίνθου καὶ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς, τῇ κατὰ πόδας Ἄρατον μὲν τὸν πρεσβύτερον ὡς αὑτὸν ἐκ τοῦ Σικυῶνος μετεπέμπετο, γράμματά τε πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν καὶ πρὸς τὰς πόλεις ἐξαπέστελλεν, — ἐν οἷς διεσάφει πότε καὶ ποῦ δεήσει συναντᾶν πάντας ἐν τοῖς ὅπλοις.
彼はコリントスの諸門を閉じ、諸街道を警備兵で遮断すると、翌日、シキュオンから年長のアラトスを自分の元に召喚し、またアカイア人の将軍および諸都市に使状を送ったが、その中で、いつどこで全員が武装して合流すべきかを指示していた。
§4.67.9ταῦτα δʼ οἰκονομήσας ἀνέζευξε, καὶ προελθὼν κατεστρατο
これらのことを手配すると、彼は軍を動かして出発し、前進して野営を設(け…)