§4.65.1καταφέρειν.
to destroy them.
διελθὼν δὲ τὰ στενὰ τὸ λοιπὸν ἤδη βάδην καὶ πραεῖαν ἐποιεῖτο τὴν πορείαν, ἀναστροφὴν διδοὺς τῇ δυνάμει πρὸς τὰς ἀπὸ τῆς χώρας ὠφελείας.
After passing through the narrow pass, he henceforth made his march slowly and at an easy pace, giving his army the opportunity of securing plunder from the country.
§4.65.2γέμοντος δὲ τοῦ στρατοπέδου πάντων τῶν ἐπιτηδείων, ἧκε πρὸς τοὺς [Ἀχαιοὺς] Οἰνιάδας.
And when the camp was filled with all kinds of provisions, he came to Oeniadae.
§4.65.3καταστρατοπεδεύσας δὲ πρὸς τὸ Παιάνιον τοῦτο πρῶτον ἐξελεῖν ἔκρινε· ποιησάμενος δὲ προσβολὰς συνεχεῖς εἷλεν αὐτὸ κατὰ κράτος, πόλιν κατὰ μὲν τὸν περίβολον οὐ μεγάλην — ἐλάττων γὰρ ἦν ἑπτὰ σταδίων — κατὰ δὲ τὴν σύμπασαν κατασκευὴν οἰκιῶν καὶ τειχῶν καὶ πύργων οὐδʼ ὁποίας ἥττω.
Having pitched his camp near Paeanium, he decided to capture this place first; and by making continuous assaults, he took it by force. The city was not large in circumference—for it was less than seven stades—but in its entire construction of houses, walls, and towers, it was second to none.
§4.65.4ταύτης δὲ τὸ μὲν τεῖχος κατέσκαψε πᾶν εἰς ἔδαφος, τὰς δʼ οἰκήσεις διαλύων τὰ ξύλα καὶ τὸν κέραμον εἰς σχεδίας καθήρμοζε καὶ συνεχῶς κατῆγεν αὐτὰς τῷ ποταμῷ μετὰ πολλῆς φιλοτιμίας εἰς τοὺς Οἰνιάδας.
Of this city he razed the entire wall to the ground, and dismantling the houses, he fitted the timbers and tiles into rafts and with great zeal floated them down the river continuously to Oeniadae.
§4.65.5οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον ἐπεβάλοντο διατηρεῖν τὴν ἄκραν τὴν ἐν τοῖς Οἰνιάδαις, ἀσφαλισάμενοι τείχεσι καὶ τῇ λοιπῇ κατασκευῇ· συνεγγίζοντος δὲ τοῦ Φιλίππου καταπλαγέντες ἐξεχώρησαν.
The Aetolians at first undertook to hold the citadel in Oeniadae, having secured it with walls and other fortifications; but as Philip approached, they were struck with terror and abandoned it.
§4.65.6ὁ δὲ βασιλεὺς παραλαβὼν καὶ ταύτην τὴν πόλιν, ἐξ αὐτῆς προελθὼν κατεστρατοπέδευσε τῆς Καλυδωνίας πρός τι χωρίον ὀχυρόν, ὃ καλεῖται μὲν Ἔλαος, ἠσφάλισται δὲ τείχεσι καὶ ταῖς λοιπαῖς παρασκευαῖς διαφερόντως, Ἀττάλου τὴν περὶ αὐτὸ κατασκευὴν ἀναδεξαμένου τοῖς Αἰτωλοῖς.
The king, having taken over this city also, advanced from it and pitched his camp near a strong place in Calydonia, which is called Elaeus and was exceptionally fortified with walls and other preparations, Attalus having undertaken its construction for the Aetolians.
§4.65.7γενόμενοι δὲ καὶ τούτου κύριοι κατὰ κράτος οἱ Μακεδόνες, καὶ πᾶσαν κατασύραντες τὴν Καλυδωνίαν, ἧκον πάλιν εἰς τοὺς Οἰνιάδας.
Having made themselves masters of this place also by force, and having overrun the whole of Calydonia, the Macedonians returned again to Oeniadae.
§4.65.8ὁ δὲ Φίλιππος συνθεασάμενος τὴν εὐκαιρίαν τοῦ τόπου, πρός τε τἄλλα καὶ μάλιστα πρὸς τὰς εἰς Πελοπόννησον διαβάσεις, ἐπεβάλετο τειχίζειν τὴν πόλιν.
Philip, perceiving the advantageous position of the place, both in other respects and especially for crossings to the Peloponnese, undertook to fortify the city.
§4.65.9τοὺς γὰρ Οἰνιάδας κεῖσθαι συμβαίνει παρὰ θάλατταν, ἐπὶ τῷ πέρατι τῆς Ἀκαρνανίας τῷ πρὸς Αἰτωλοὺς συνάπτοντι, περὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου.
For it happens that Oeniadae lies by the sea, at the border of Acarnania where it connects with the Aetolians, near the entrance of the Gulf of Corinth.
§4.65.10τῆς δὲ Πελοποννήσου τέτακται μὲν ἡ πόλις καταντικρὺ τῆς παραλίας τῆς τῶν Δυμαίων, ἔγγιστα δʼ αὐτῆς ὑπάρχει τοῖς κατὰ τὸν Ἄραξον τόποις· ἀπέχει γὰρ οὐ πλεῖον ἑκατὸν σταδίων.
And with respect to the Peloponnese, the city is situated directly opposite the coast of the Dymaeans, and is closest to the parts around Araxus, being not more than a hundred stades distant from it.
εἰς ἃ βλέψας τήν τε ἄκραν καθʼ αὑτὴν ἠσφαλίσατο, §4.65.11καὶ τῷ λιμένι καὶ τοῖς νεωρίοις ὁμοῦ τεῖχος περιβαλὼν ἐνεχείρει συνάψαι πρὸς τὴν ἄκραν, χρώμενος πρὸς τὴν οἰκονομίαν ταῖς ἐκ τοῦ Παιανίου παρασκευαῖς.
Having regard to these things, he secured the citadel by itself, and building a wall around both the harbor and the dockyards, he endeavored to connect them with the citadel, using for this construction the materials from Paeanium.