§4.61.1τὰ μὲν οὖν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.
ペロポネソスの状況はこのようであった。
ὁ δὲ βασιλεὺς Φίλιππος διελθὼν τὴν Θετταλίαν παρῆν εἰς Ἤπειρον.
一方、フィリッポス王はテッサリアを通過してエペイロスに到着した。
§4.61.2ἀναλαβὼν δὲ τοὺς Ἠπειρώτας ἅμα τοῖς Μακεδόσι πανδημεὶ καὶ τοὺς ἐξ Ἀχαΐας αὐτῷ συνηντηκότας σφενδονήτας τριακοσίους, ἔτι δὲ τοὺς παρὰ Πολυρρηνίων ἀπεσταλμένους Κρῆτας πεντακοσίους, προῆγε, καὶ διελθὼν τὴν Ἤπειρον παρῆν εἰς τὴν τῶν Ἀμβρακιωτῶν χώραν.
彼は、マケドニア人の全軍とともにエペイロス人を、またアカイアから合流してきた三百人の投石兵を、さらにポリュレニア人から派遣された五百人のクレタ人を引き連れて前進し、エペイロスを通過してアンブラキア人の領土に到着した。
§4.61.3εἰ μὲν οὖν ἐξ ἐφόδου κατὰ τὸ συνεχὲς ἐνέβαλεν εἰς τὴν μεσόγαιαν τὴν Αἰτωλίας, ἄφνω καὶ παραδόξως ἐπιπεσὼν δυνάμει βαρείᾳ τοῖς ὅλοις πράγμασιν ἐπιτεθείκει τέλος·
もし彼がそのまま直ちにアイトリアの内陸部に侵入し、不意に、かつ予想外に大軍を率いて襲いかかっていたならば、戦争全体に終止符を打っていたであろう。
§4.61.4νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορκῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστροφὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ παρασκευάσασθαι πρὸς τὸ μέλλον.
しかし実際には、まずアンブラコスを包囲攻撃して落とすようにというエペイロス人の意見に説得されたため、アイトリア人に対して、体勢を立て直し、いくらか考えを巡らせ、将来に備えるための猶予を与えてしまった。
§4.61.5οἱ γὰρ Ἠπειρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφʼ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον καὶ τοῦτο πρότερον ἐξελεῖν,
なぜならエペイロス人は、同盟軍全体の共通の利益よりも自分たちの切実な問題を優先し、アンブラコスを自分たちの支配下に置くことを強く望んでいたため、フィリッポスに対して、その場所を包囲してまずこれを奪取するよう要請したからである。
§4.61.6περὶ πλείστου ποιούμενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰτωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν τῇ πόλει.
彼らはアイトリア人からアンブラキアを取り戻すことを最優先に考えており、前述の場所を支配してその都市を圧迫することによってのみ、これが実現可能であると期待していたからである。
§4.61.7ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατεσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δʼ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χωστὴν ἔχον πρόσοδον, ἐπίκειται δʼ εὐκαίρως τῇ τε χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει.
というのも、アンブラコスは外壁と城壁によって強固に防御された場所であり、湿地の中に位置し、本土からは狭い一本の土手道による進入路しかなく、アンブラキア人の領土とその都市の両方を睥睨する絶好の位置にあるからである。
§4.61.8Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ
こうしてフィリッポスはエペイロス人に説得され、アンブラコスの周囲に陣を敷き、〜に従事した。