§4.61.1τὰ μὲν οὖν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.
伯罗奔尼撒的局势便是如此。
ὁ δὲ βασιλεὺς Φίλιππος διελθὼν τὴν Θετταλίαν παρῆν εἰς Ἤπειρον.
而菲利普国王穿过色萨利,抵达了伊庇鲁斯。
§4.61.2ἀναλαβὼν δὲ τοὺς Ἠπειρώτας ἅμα τοῖς Μακεδόσι πανδημεὶ καὶ τοὺς ἐξ Ἀχαΐας αὐτῷ συνηντηκότας σφενδονήτας τριακοσίους, ἔτι δὲ τοὺς παρὰ Πολυρρηνίων ἀπεσταλμένους Κρῆτας πεντακοσίους, προῆγε, καὶ διελθὼν τὴν Ἤπειρον παρῆν εἰς τὴν τῶν Ἀμβρακιωτῶν χώραν.
他率领伊庇鲁斯人的全部军队与马其顿人,以及来自阿开亚并与他会合的三百名投石兵,还有波利雷尼亚人派遣来的五百名克里特人,继续前进,并穿过伊庇鲁斯,抵达了安布拉基亚人的领土。
§4.61.3εἰ μὲν οὖν ἐξ ἐφόδου κατὰ τὸ συνεχὲς ἐνέβαλεν εἰς τὴν μεσόγαιαν τὴν Αἰτωλίας, ἄφνω καὶ παραδόξως ἐπιπεσὼν δυνάμει βαρείᾳ τοῖς ὅλοις πράγμασιν ἐπιτεθείκει τέλος·
因此,如果他不停留地立即入侵埃托利亚的内地,以优势兵力突然且出乎意料地袭击他们,本可以彻底结束整个战争。
§4.61.4νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορκῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστροφὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ παρασκευάσασθαι πρὸς τὸ μέλλον.
但事实上,由于听信了伊庇鲁斯人先围攻夺取安布拉科斯的建议,他给埃托利亚人留出了喘息的机会,使他们得以站稳脚跟、深思熟虑并为未来做准备。
§4.61.5οἱ γὰρ Ἠπειρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφʼ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον καὶ τοῦτο πρότερον ἐξελεῖν, §4.61.6περὶ πλείστου ποιούμενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰτωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν τῇ πόλει.
因为伊庇鲁斯人认为自身的切身利益比盟友的共同利益更迫切,极力想把安布拉科斯置于自己的控制之下,便恳求菲利普包围该地,并先将其夺取,他们将从埃托利亚人手中收复安布拉基亚视为头等大事,并且希望只有在控制了上述据点并对该城形成压制时,这一目标才有可能实现。
§4.61.7ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατεσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δʼ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χωστὴν ἔχον πρόσοδον, ἐπίκειται δʼ εὐκαίρως τῇ τε χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει.
因为安布拉科斯是一个外置工事和城壁都修筑完备的据点,坐落在沼泽之中,只有一条从陆地延伸出来的狭窄修筑通道,处于俯瞰安布拉基亚人领土及该城的有利位置。
§4.61.8Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ
因此,菲利普听从了伊庇鲁斯人,在安布拉科斯周围安营扎寨,并致力于……