Humanitext Reader

波利比奥斯 · 历史 §4.6.1-4.6.12

埃托利亚人的劫掠与入侵美塞尼亚

第 283 段,共 1311 段 · 希腊语

内容简介

本节叙述了埃托利亚人在各地的非法掠夺行为,以及多里马库斯和斯科普斯利用阿凯亚将军交替之机,入侵伯罗奔尼撒并大肆掠夺美塞尼亚的经过。

§4.6.1καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τʼ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο.
而在海上,他们立即派出了海盗,这些海盗在基西拉岛附近遇到了一艘来自马其顿的国王船只,将其连同全体船员(包括船长和乘客)一同押解到埃托利亚,并将他们和船只一起变卖。
τῆς δʼ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν, §4.6.2συγχρώμενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν· ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον καταλαβέσθαι.
他们还蹂躏了伊庇鲁斯的沿岸地区,并利用凯法洛尼亚人的船只来行此不义之事;他们还企图占领阿卡纳尼亚的蒂里翁。
§4.6.3ἅμα δὲ τούτοις λάθρᾳ διὰ Πελοποννήσου τινὰς πέμψαντες ἐν μέσῃ τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ κατέσχον τὸ καλούμενον ὀχύρωμα Κλάριον· ᾧ λαφυροπωλείῳ χρησάμενοι διῆγον ἐν τούτῳ πρὸς τὰς ἁρπαγάς.
与此同时,他们秘密派人穿过伯罗奔尼撒,占领了位于梅加洛波利斯人领地正中央、被称为克拉里翁的堡垒;他们将其用作赃物出售所,并留在其中进行掠夺。
§4.6.4οὐ μὴν ἀλλὰ τοῦτο μὲν Τιμόξενος ὁ τῶν Ἀχαιῶν στρατηγός, παραλαβὼν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ βασιλικῶν πραγμάτων ὑπʼ Ἀντιγόνου καταλελειμμένον, ἐξεπολιόρκησε τελέως ἐν ὀλίγαις ἡμέραις.
然而,阿凯亚人的将军蒂莫克塞诺斯,联合了安提柯留下来掌管伯罗奔尼撒皇家事务的塔乌里翁,在几天之内就将此地完全攻陷。
§4.6.5ὁ γὰρ βασιλεὺς Ἀντίγονος Κόρινθον μὲν εἶχε κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα διὰ τοὺς Κλεομενικοὺς καιρούς, Ὀρχομενὸν δὲ κατὰ κράτος ἑλὼν οὐκ ἀποκατέστησε τοῖς Ἀχαιοῖς, ἀλλὰ σφετερισάμενος κατεῖχε, βουλόμενος, §4.6.6ὥς γʼ ἐμοὶ δοκεῖ, μὴ μόνον τῆς εἰσόδου κυριεύειν τῆς εἰς Πελοπόννησον, ἀλλὰ καὶ τὴν μεσόγαιαν αὐτῆς παραφυλάττειν διὰ τῆς ἐν Ὀρχομενῷ φρουρᾶς καὶ παρασκευῆς.
因为国王安提柯确实是由于克里昂米尼战争时期的危急情况,根据阿凯亚人的同意而占有科林斯,但对于他武力夺取的奥尔霍迈诺斯,他并未归还给阿凯亚人,而是据为己有并加以控制,这是因为他希望,至少在我看来,不仅是为了控制进入伯罗奔尼撒的通道,也是为了通过奥尔霍迈诺斯的驻军和军事准备来监视其内陆地区。
§4.6.7οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν ᾧ λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δʼ ἔμελλε τὴν ἀρχὴν ἕξειν, §4.6.8συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐπὶ τὸ Ῥίον, καὶ παρασκευασάμενοι πορθμεῖα καὶ τὰς Κεφαλλήνων ἑτοιμάσαντες ναῦς, διεβίβασαν τοὺς ἄνδρας εἰς Πελοπόννησον καὶ προῆγον ἐπὶ τὴν Μεσσηνίαν.
而多里马库斯和斯科普斯等人窥伺时机,当时蒂莫克塞诺斯任期所剩无几,而阿拉图斯已被阿凯亚人选为来年的将军,却尚未开始履职,在里翁集结了全体埃托利亚人,准备好渡船并整备了凯法洛尼亚人的船只,将士兵运送到伯罗奔尼撒,并向美塞尼亚推进。
§4.6.9ποιούμενοι δὲ τὴν πορείαν διὰ τῆς Πατρέων καὶ Φαραιέων καὶ Τριταιέων χώρας ὑπεκρίνοντο μὲν βούλεσθαι μηδὲν ἀδίκημα ποιεῖν εἰς τοὺς Ἀχαιούς, §4.6.10οὐ δυναμένου δὲ τοῦ πλήθους ἀπέχεσθαι τῆς χώρας διὰ τὴν πρὸς τὰς ὠφελείας ἀκρασίαν, κακοποιοῦντες αὐτὴν καὶ λυμαινόμενοι διῄεσαν, μέχρι παρεγενήθησαν εἰς τὴν Φιγάλειαν.
在穿过帕特雷、法赖和特里泰亚人领地行军时,他们假装不想对阿凯亚人进行任何侵犯,但由于大众因对利益缺乏自控力而无法不对该地区下手,他们一路上边破坏边掠夺地通过,直到抵达菲加利亚。
§4.6.11ποιησάμενοι δὲ τὴν ὁρμὴν ἐντεῦθεν αἰφνιδίως καὶ θρασέως, ἐνέβαλον εἰς τὴν τῶν Μεσσηνίων χώραν, οὔτε τῆς ὑπαρχούσης αὐτοῖς ἐκ παλαιῶν χρόνων πρὸς τοὺς Μεσσηνίους φιλίας καὶ συμμαχίας οὐδʼ ἡντινοῦν ποιησάμενοι πρόνοιαν οὔτε τῶν κατὰ κοινὸν ὡρισμένων δικαίων παρʼ ἀνθρώποις.
他们从那里发起突然而大胆的袭击,侵入了美塞尼亚人的领土,既没有对他们与美塞尼亚人之间自古以来就存在的任何友好与同盟关系给予丝毫顾及,也没有考虑人类共同规定的任何权利。
§4.6.12ἅπαντα δʼ ἐν ἐλάττονι θέμενοι τῆς σφετέρας πλεονεξίας ἀδεῶς ἐπόρθουν, οὐ τολμώντων ἐπεξιέναι καθόλου τῶν Μεσσηνίων.
他们将一切都置于自己贪欲的次要地位,毫无畏惧地大肆掠夺,而美塞尼亚人根本不敢出兵抵抗。

词汇与语法注释

  1. §4.6.1αὔτανδρον — 形容词 αὔτανδρον,(“连同船员一起”)在此用作宾格,修饰或与被捕获的船只(πλοῖῳ 或 ναῦν)作同格,强调船长和乘客(ναυκλήρους καὶ τοὺς ἐπιβάτας)与船体本身一起被一同贩卖。
  2. §4.6.5κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα — “根据阿凯亚人的同意”。介词 κατά 在此表示依据(“按照”、“根据”),指在克里昂米尼战争危急关头(διὰ τοὺς Κλεομενικοὺς καιρούς),阿凯亚人作出的让步和同意(συγχώρημα)。
  3. §4.6.7οἱ δὲ περὶ τὸν Δωρίμαχον — “多里马库斯和斯科普斯等人”或仅指“多里马库斯和斯科普斯”。οἱ περί 连同宾格的结构指代以该人为中心的一伙人(或随从),但在波利比乌斯的著作中,它经常被用作一种委婉表达,仅指代这两个人本身及其部下。
  4. §4.6.12ἐν ἐλάττονι θέμενοι — 惯用表达:τίθεσθαί τι ἐν ἐλάττονι 意为“将某事置于次要地位”或“轻视某事”。此处的属格 σφετέρας πλεονεξίας(“他们自己的贪欲”)作为比较的对象,意为他们将其他一切(如友好与正义)都看得比自己的贪欲更为次要。

引用这一段

波利比奥斯, 历史 §4.6.1-4.6.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.6.1-4.6.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。