§4.57.1καὶ τὰ μὲν περὶ Σινώπης ἐν τούτοις ἦν.
シノペに関する状況はこのような状態にあった。
ὁ δὲ βασιλεὺς Φίλιππος, ἀναζεύξας ἐκ Μακεδονίας μετὰ τῆς δυνάμεως — ἐν γὰρ ταύταις ταῖς ἐπιβολαῖς ἀπελίπαμεν ἄρτι τὸν συμμαχικὸν πόλεμον — ὥρμησεν ἐπὶ Θετταλίας καὶ τῆς Ἠπείρου, σπεύδων ταύτῃ ποιήσασθαι τὴν εἰσβολὴν τὴν εἰς Αἰτωλίαν.
しかしフィリッポス王は、マケドニアから軍隊を率いて出陣し――まさにこの軍事行動の途中で、私たちは先ほど同盟戦争の記述を一時中断したのであるが――テッサリアとエペイロスへと向かい、ここからアイトリアへの侵入を行おうと努めた。
§4.57.2Ἀλέξανδρος δὲ καὶ Δωρίμαχος κατὰ τὸν καιρὸν τοῦτον ἔχοντες πρᾶξιν κατὰ τῆς τῶν Αἰγειρατῶν πόλεως, ἁθροίσαντες τῶν Αἰτωλῶν περὶ χιλίους καὶ διακοσίους εἰς Οἰάνθειαν τῆς Αἰτωλίας, ἣ κεῖται καταντικρὺ τῆς προειρημένης πόλεως, καὶ πορθμεῖα τούτοις ἑτοιμάσαντες, πλοῦν ἐτήρουν πρὸς τὴν ἐπιβολήν.
一方、アレクサンドロスとドリマコスはこの時期、アイゲイラ人の都市に対する計略を抱いており、アイトリアのオイアンテイア(この地は先述の都市の真向かいに位置している)に約千二百人のアイトリア兵を集め、彼らのために渡し船を準備して、襲撃のための航海の機会をうかがっていた。
§4.57.3τῶν γὰρ ηὐτομοληκότων τις ἐξ Αἰτωλίας, καὶ πλείω χρόνον διατετριφὼς παρὰ τοῖς Αἰγειράταις, καὶ συντεθεωρηκὼς τοὺς φυλάττοντας τὸν ἀπʼ Αἰγίου πυλῶνα μεθυσκομένους καὶ ῥᾳθύμως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν,
というのも、アイトリアからの亡命者の一人で、アイゲイラ人のもとで長い時間を過ごし、アイギオンからの門を警備している者たちが酔っ払って怠慢に警備を行っているのを観察していた者が、度々危険を冒して海を渡り、ドリマコスらのもとへ赴いては、彼らをこの企てへと誘い出したからである。
§4.57.4πλεονάκις παραβαλλόμενος καὶ διαβαίνων πρὸς τοὺς περὶ Δωρίμαχον ἐξεκέκλητο πρὸς τὴν πρᾶξιν αὐτούς, ἅτε λίαν οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.
彼らがそのような企てに極めて適した人物だったからである。
§4.57.5ἡ δὲ τῶν Αἰγειρατῶν πόλις ἔκτισται μὲν τῆς Πελοποννήσου κατὰ τὸν Κορινθιακὸν κόλπον μεταξὺ τῆς Αἰγιέων καὶ Σικυωνίων πόλεως, κεῖται δʼ ἐπὶ λόφων ἐρυμνῶν καὶ δυσβάτων, νεύει δὲ τῇ θέσει πρὸς τὸν Παρνασσὸν καὶ ταῦτα τὰ μέρη τῆς ἀντίπερα χώρας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια.
アイゲイラ市は、ペロポネソスのコリンティアコス湾沿い、アイギオンとシキョンの都市の間に築かれており、険しく接近の困難な丘の上に位置し、その立地は対岸のパルナッソス山やその周辺の地域に向き、海からは約七スタディオン離れている。
§4.57.6παραπεσόντος δὲ πλοῦ τοῖς περὶ τὸν Δωρίμαχον, ἀνήχθησαν καὶ καθορμίζονται νυκτὸς ἔτι πρὸς τὸν παρὰ τὴν πόλιν καταρρέοντα ποταμόν.
ドリマコスらに航海に適した機会が訪れると、彼らは出帆し、まだ夜のうちに都市の傍らを流れる川の近くに碇を下ろした。
§4.57.7οἱ μὲν οὖν περὶ τὸν Ἀλέξανδρον καὶ Δωρίμαχον, ἅμα δὲ τούτοις Ἀρχίδαμον τὸν Πανταλέοντος υἱόν, ἔχοντες περὶ αὑτοὺς τὸ πλῆθος τῶν Αἰτωλῶν, προσέβαινον πρὸς τὴν πόλιν κατὰ τὴν ἀπʼ Αἰγίου φέρουσαν ὁδόν.
そこで、アレクサンドロスとドリマコス、そして彼らとともにパンタレオンの息子アルキダモスは、従えるアイトリア兵の大群を伴い、アイギオンから通じる道に沿って都市へと進撃した。
§4.57.8ὁ δʼ αὐτόμολος, ἔχων εἴκοσι τοὺς ἐπιτηδειοτάτους, διανύσας ταῖς ἀνοδίαις τοὺς κρημνοὺς θᾶττον τῶν ἄλλων διὰ τὴν ἐμπειρίαν, καὶ διαδὺς διά τινος ὑδρορροίας, ἔτι κοιμωμένους κατέλαβε τοὺς ἐπὶ τοῦ πυλῶνος.
一方、例の亡命者は、最も信頼できる者二十人を連れて、その土地の経験のおかげで道なき崖を他の者たちよりも早く踏破し、排水溝を通って潜入すると、門の警備兵たちがまだ眠っているのを見つけた。
§4.57.9κατασφάξας δʼ αὐτοὺς ἀκμὴν ἐν ταῖς κοίταις ὄντας, καὶ διακόψας τοῖς πελέκεσι τοὺς μοχλούς, ἀνέῳξε τοῖς Αἰτωλοῖς τὰς πύλας.
そして彼らをまだベッドの中にいるうちに虐殺し、斧でかんぬきを叩き切って、アイトリア人たちのために門を開けた。
§4.57.10οἱ δὲ παρεισπεσόντες λαμπρῶς ἀπερινοήτως ἐχρήσαντο τοῖς πράγμασιν.
なだれ込んだ彼らは、見事ではあるが極めて無分別に事態に対処した。
ὃ καὶ παραίτιον ἐγένετο τοῖς μὲν Αἰγειράταις τῆς σωτηρίας, τοῖς δʼ Αἰτωλοῖς τῆς ἀπωλείας.
そしてこれが、アイゲイラ人たちにとっては救済の、アイトリア人たちにとっては破滅の間接的要因となった。
§4.57.11ὑπολαμβάνοντες γὰρ τοῦτο τέλος εἶναι τοῦ κατασχεῖν ἀλλοτρίαν πόλιν, τὸ γενέσθαι τῶν πυλώνων ἐντός, τοῦτον τὸν τρόπον
というのも、他国の都市を占領することの成就とは門の内側に入ることであると考え、彼らはこのように