§4.56.1τὰ μὲν οὖν κατὰ τὴν Κρήτην ἐν τούτοις ἦν·
クレタにおける情勢はこのような状態にあった。
περὶ δὲ τοὺς καιροὺς τούτους καὶ Μιθριδάτης ἐξήνεγκε Σινωπεῦσι πόλεμον, καί τις οἷον ἀρχὴ τότε καὶ πρόφασις ἐγένετο τῆς ἐπὶ τὸ τέλος ἀχθείσης ἀτυχίας Σινωπεῦσιν.
しかし、この同じ時期にミトリダテスもシノペ人に対して戦争を開始し、これがシノペ人にとって、最終的に破滅へと至ることになる不幸の、いわば端緒であり口実となった。
§4.56.2εἰς δὲ τὸν πόλεμον τοῦτον πρεσβευσάντων αὐτῶν πρὸς Ῥοδίους καὶ παρακαλούντων βοηθεῖν, ἔδοξε τοῖς Ῥοδίοις προχειρίσασθαι τρεῖς ἄνδρας, καὶ δοῦναι τούτοις δραχμῶν δεκατέτταρας μυριάδας, τοὺς δὲ λαβόντας παρασκευάσαι τὰ πρὸς τὴν χρείαν ἐπιτήδεια τοῖς Σινωπεῦσιν.
\n この戦争に際して、彼らがロドス人のもとへ使節を派遣して援助を懇願したところ、ロドス人たちは三人の男を選出し、彼らに十四万ドラクマを与え、その資金を受け取った彼らがシノペ人たちの必要とする物資を準備することを決定した。
§4.56.3οἱ δὲ κατασταθέντες ἡτοίμασαν οἴνου κεράμια μύρια, τριχὸς εἰργασμένης τάλαντα τριακόσια, νεύρων εἰργασμένων ἑκατὸν τάλαντα, πανοπλίας χιλίας, χρυσοῦς ἐπισήμους τρισχιλίους, ἔτι δὲ λιθοφόρους τέτταρας καὶ τοὺς ἀφέτας τούτοις.
\n 任命された者たちは、ワイン一万壺、加工された毛三百タラントン、加工された腱百タラントン、武具一千組、刻印入りの金貨三千枚、さらには投石機四台とそれらの操作兵を準備した。
§4.56.4ἃ καὶ λαβόντες οἱ τῶν Σινωπέων πρέσβεις ἐπανῆλθον.
\n シノペ人の使節はこれらを受け取って帰国した。
ἦσαν γὰρ οἱ Σινωπεῖς ἐν ἀγωνίᾳ μὴ πολιορκεῖν σφᾶς ὁ Μιθριδάτης ἐγχειρήσῃ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· διὸ καὶ τὰς παρασκευὰς πρὸς τοῦτο τὸ μέρος ἐποιοῦντο πάσας.
というのも、シノペ人たちはミトリダテスが陸海双方向から自分たちを包囲攻撃しようと企てるのではないかと憂慮していたからであり、そのためこの方面に対するあらゆる準備を行っていたのである。
§4.56.5ἡ δὲ Σινώπη κεῖται μὲν ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου παρὰ τὸν εἰς Φᾶσιν πλοῦν, οἰκεῖται δʼ ἐπί τινος χερρονήσου προτεινούσης εἰς τὸ πέλαγος, ἧς τὸν μὲν αὐχένα τὸν συνάπτοντα πρὸς τὴν Ἀσίαν, ὅς ἐστιν οὐ πλεῖον δυεῖν σταδίων, ἡ πόλις ἐπικειμένη διακλείει κυρίως·
\n シノペは、パシスへの航路に沿ったポントスの右側の地域に位置し、海に突き出たある半島の上に築かれている。 アジアとつながるその半島の地峡は、幅が二スタディオン以下であり、その上に位置する都市がここを実質的に完全に遮断している。
§4.56.6τὸ δὲ λοιπὸν τῆς χερρονήσου πρόκειται μὲν εἰς τὸ πέλαγος, ἔστι δʼ ἐπίπεδον καὶ πανευέφοδον ἐπὶ τὴν πόλιν, κύκλῳ δʼ ἐκ θαλάττης ἀπότομον καὶ δυσπροσόρμιστον καὶ παντελῶς ὀλίγας ἔχον προσβάσεις.
\n 半島の残りの部分は海に向かって突き出ており、平坦で都市に向かって極めて進みやすいが、周囲は海から切り立っており、投錨が困難で、接近できる場所は極めて限られている。
§4.56.7διόπερ ἀγωνιῶντες οἱ Σινωπεῖς μήποτε κατὰ τὴν ἀπὸ τῆς Ἀσίας πλευρὰν ὁ Μιθριδάτης συστησάμενος ἔργα, καὶ κατὰ τὴν ἀπέναντι ταύτης ὁμοίως ποιησάμενος ἀπόβασιν κατὰ θάλατταν εἰς τοὺς ὁμαλοὺς καὶ τοὺς ὑπερκειμένους τῆς πόλεως τόπους, ἐγχειρήσῃ πολιορκεῖν αὐτούς, §4.56.8ἐπεβάλοντο τῆς χερρονήσου κύκλῳ τὸ νησίζον ὀχυροῦν, ἀποσταυροῦντες καὶ περιχαρακοῦντες τὰς ἐκ θαλάττης προσβάσεις, ἅμα δὲ καὶ βέλη καὶ στρατιώτας τιθέντες ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων·
\n それゆえ、シノペ人たちは、ミトリダテスがアジア側の側面から攻城兵器を構築し、またそれとは反対の側からも同様に海から上陸して、平坦な土地や都市を見下ろす高地に侵入し、自分たちを包囲攻撃しようと試みるのではないかと深く憂慮し、\n 半島の周囲の島状の部分を要塞化することに着手し、海からの接近路を杭や柵で遮断すると同時に、要要所に飛び道具や兵士を配置した。
§4.56.9ἔστι γὰρ τὸ πᾶν μέγεθος αὐτῆς οὐ πολύ, τελέως δʼ εὐκατακράτητον καὶ μέτριον.
\n なぜなら、その全体の規模はそれほど大きくはなく、完全に管理しやすく手頃な広さだったからである。