Humanitext Reader

波利比奥斯 · 历史 §4.57.1-4.57.11

埃托利亚军奇袭艾盖拉并占领城门

第 334 段,共 1311 段 · 希腊语

内容简介

腓力国王重新开始入侵埃托利亚,而埃托利亚将领们在一名叛逃者的协助下企图奇袭艾盖拉。他们虽然成功杀死守卫并打开城门,但行动却极为轻率。

§4.57.1καὶ τὰ μὲν περὶ Σινώπης ἐν τούτοις ἦν.
关于西诺普的局势便是如此。
ὁ δὲ βασιλεὺς Φίλιππος, ἀναζεύξας ἐκ Μακεδονίας μετὰ τῆς δυνάμεως — ἐν γὰρ ταύταις ταῖς ἐπιβολαῖς ἀπελίπαμεν ἄρτι τὸν συμμαχικὸν πόλεμον — ὥρμησεν ἐπὶ Θετταλίας καὶ τῆς Ἠπείρου, σπεύδων ταύτῃ ποιήσασθαι τὴν εἰσβολὴν τὴν εἰς Αἰτωλίαν.
而腓力国王率领军队从马其顿出发——正是在他的这些行动期间,我们此前暂停了同盟战争的叙述——向色萨利和伊庇鲁斯进军,急于从这条路线入侵埃托利亚。
§4.57.2Ἀλέξανδρος δὲ καὶ Δωρίμαχος κατὰ τὸν καιρὸν τοῦτον ἔχοντες πρᾶξιν κατὰ τῆς τῶν Αἰγειρατῶν πόλεως, ἁθροίσαντες τῶν Αἰτωλῶν περὶ χιλίους καὶ διακοσίους εἰς Οἰάνθειαν τῆς Αἰτωλίας, ἣ κεῖται καταντικρὺ τῆς προειρημένης πόλεως, καὶ πορθμεῖα τούτοις ἑτοιμάσαντες, πλοῦν ἐτήρουν πρὸς τὴν ἐπιβολήν.
此时,亚历山大和多里马科斯正阴谋策划夺取艾盖拉城,他们在埃托利亚的奥安塞亚(该地正对前述城市)聚集了大约一千二百名埃托利亚人,并为他们准备了渡船,等待着有利于这次袭击的航机。
§4.57.3τῶν γὰρ ηὐτομοληκότων τις ἐξ Αἰτωλίας, καὶ πλείω χρόνον διατετριφὼς παρὰ τοῖς Αἰγειράταις, καὶ συντεθεωρηκὼς τοὺς φυλάττοντας τὸν ἀπʼ Αἰγίου πυλῶνα μεθυσκομένους καὶ ῥᾳθύμως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν, §4.57.4πλεονάκις παραβαλλόμενος καὶ διαβαίνων πρὸς τοὺς περὶ Δωρίμαχον ἐξεκέκλητο πρὸς τὴν πρᾶξιν αὐτούς, ἅτε λίαν οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.
原来,一名从埃托利亚叛逃的人在艾盖拉人中生活了较长时间,并注意到防守从艾吉翁通往城门的人常常喝醉,且在履行守卫职责时非常懈怠,他多次冒险横渡到多里马科斯及其同伙那里,鼓动他们进行这次行动,因为他们极度热衷于这类勾当。
§4.57.5ἡ δὲ τῶν Αἰγειρατῶν πόλις ἔκτισται μὲν τῆς Πελοποννήσου κατὰ τὸν Κορινθιακὸν κόλπον μεταξὺ τῆς Αἰγιέων καὶ Σικυωνίων πόλεως, κεῖται δʼ ἐπὶ λόφων ἐρυμνῶν καὶ δυσβάτων, νεύει δὲ τῇ θέσει πρὸς τὸν Παρνασσὸν καὶ ταῦτα τὰ μέρη τῆς ἀντίπερα χώρας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια.
艾盖拉城建在伯罗奔尼撒半岛的科林斯湾旁,介于艾吉翁和西锡安两城之间,坐落于险峻且难以攀登的山丘上,其位置面向帕纳塞斯山及对岸国土的这些区域,距离大海大约七斯塔德。
§4.57.6παραπεσόντος δὲ πλοῦ τοῖς περὶ τὸν Δωρίμαχον, ἀνήχθησαν καὶ καθορμίζονται νυκτὸς ἔτι πρὸς τὸν παρὰ τὴν πόλιν καταρρέοντα ποταμόν.
当多里马科斯等人遇到适于航行的天气时,他们便起锚出发,在夜色尚未退去时,在流经该市的河流附近下锚。
§4.57.7οἱ μὲν οὖν περὶ τὸν Ἀλέξανδρον καὶ Δωρίμαχον, ἅμα δὲ τούτοις Ἀρχίδαμον τὸν Πανταλέοντος υἱόν, ἔχοντες περὶ αὑτοὺς τὸ πλῆθος τῶν Αἰτωλῶν, προσέβαινον πρὸς τὴν πόλιν κατὰ τὴν ἀπʼ Αἰγίου φέρουσαν ὁδόν.
于是,亚历山大和多里马科斯,以及随同他们的潘塔莱翁之子阿耳基达摩斯,率领着身边的埃托利亚大军,沿着从艾吉翁通往城门的大道向该城进军。
§4.57.8ὁ δʼ αὐτόμολος, ἔχων εἴκοσι τοὺς ἐπιτηδειοτάτους, διανύσας ταῖς ἀνοδίαις τοὺς κρημνοὺς θᾶττον τῶν ἄλλων διὰ τὴν ἐμπειρίαν, καὶ διαδὺς διά τινος ὑδρορροίας, ἔτι κοιμωμένους κατέλαβε τοὺς ἐπὶ τοῦ πυλῶνος.
而那个叛逃者带着二十名最得力的亲信,凭借经验比其他人更快地通过无路可循的峭壁,并穿过一条排水沟,发现守卫城门的人仍在熟睡。
§4.57.9κατασφάξας δʼ αὐτοὺς ἀκμὴν ἐν ταῖς κοίταις ὄντας, καὶ διακόψας τοῖς πελέκεσι τοὺς μοχλούς, ἀνέῳξε τοῖς Αἰτωλοῖς τὰς πύλας.
他趁他们还在床上时将他们屠杀,用斧头砍断门闩,为埃托利亚人打开了城门。
§4.57.10οἱ δὲ παρεισπεσόντες λαμπρῶς ἀπερινοήτως ἐχρήσαντο τοῖς πράγμασιν.
冲入城内的人表现得既出色又极其轻率。
ὃ καὶ παραίτιον ἐγένετο τοῖς μὲν Αἰγειράταις τῆς σωτηρίας, τοῖς δʼ Αἰτωλοῖς τῆς ἀπωλείας.
这也成为了艾盖拉人得以幸存、而埃托利亚人走向毁灭的间接原因。
§4.57.11ὑπολαμβάνοντες γὰρ τοῦτο τέλος εἶναι τοῦ κατασχεῖν ἀλλοτρίαν πόλιν, τὸ γενέσθαι τῶν πυλώνων ἐντός, τοῦτον τὸν τρόπον
因为他们以为占领他人城市的目的就是进入城门之内,便以这种方式

词汇与语法注释

  1. §4.57.3τῶν γὰρ ηὐτομοληκότων τις — 此主语(τις)引导了数个分词从句(διατετριφὼς,συντεθεωρηκὼς,παραβαλλόμενος,διαβαίνων),并最终指向 §4.57.4 中的主动词 ἐξεκέκλητο。这一长句嵌套结构跨越了两个章节,用于详细交代叛逃者发起行动的背景。
  2. §4.57.4ἅτε λίαν οἰκείους ὄντας — 连词 ἅτε 与宾格分词 ὄντας 结合,表示修饰前文宾格代词 αὐτούς(多里马科斯等人)的客观原因(“因为他们是……的人”)。形容词 οἰκείους 在此处意为“适合于”或“擅长”。
  3. §4.57.6παραπεσόντος δὲ πλοῦ — 属格独立结构。名词 πλοῦς(航行)与动词 παραπίπτω(落在旁边、降临)结合,是表示航行顺风或良机来临的惯用表达。
  4. §4.57.10λαμπρῶς ἀπερινοήτως — 两个副词无连接词并列。前者表示正面评价(“出色地、辉煌地”),后者表示负面评价(“轻率地、缺乏远见地”),以此强调埃托利亚人行动中自相矛盾的双重性质。

引用这一段

波利比奥斯, 历史 §4.57.1-4.57.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.57.1-4.57.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。