Humanitext Reader

波利比奥斯 · 历史 §4.56.1-4.56.9

米特里达梯攻打西诺普与罗得斯的援助

第 333 段,共 1311 段 · 希腊语

内容简介

随着米特里达梯向西诺普宣战,西诺普向罗得斯请求援助并整军备战。文中详细描述了西诺普独特的半岛地形以及为防范预期中的包围战而采取的防守措施。

§4.56.1τὰ μὲν οὖν κατὰ τὴν Κρήτην ἐν τούτοις ἦν·
克里特的局势便处于这种状态。
περὶ δὲ τοὺς καιροὺς τούτους καὶ Μιθριδάτης ἐξήνεγκε Σινωπεῦσι πόλεμον, καί τις οἷον ἀρχὴ τότε καὶ πρόφασις ἐγένετο τῆς ἐπὶ τὸ τέλος ἀχθείσης ἀτυχίας Σινωπεῦσιν.
然而,大约在同一时期,米特里达梯也对西诺普人宣战,这在当时成为了西诺普人最终走向毁灭的灾难的起因和借口。
§4.56.2εἰς δὲ τὸν πόλεμον τοῦτον πρεσβευσάντων αὐτῶν πρὸς Ῥοδίους καὶ παρακαλούντων βοηθεῖν, ἔδοξε τοῖς Ῥοδίοις προχειρίσασθαι τρεῖς ἄνδρας, καὶ δοῦναι τούτοις δραχμῶν δεκατέτταρας μυριάδας, τοὺς δὲ λαβόντας παρασκευάσαι τὰ πρὸς τὴν χρείαν ἐπιτήδεια τοῖς Σινωπεῦσιν.
\n 在这场战争中,当西诺普人向罗得斯人派遣使节并请求援助时,罗得斯人决定选派三人,并给他们十四万德拉克马,由这三人在收到款项后,为西诺普人筹备所需的物资。
§4.56.3οἱ δὲ κατασταθέντες ἡτοίμασαν οἴνου κεράμια μύρια, τριχὸς εἰργασμένης τάλαντα τριακόσια, νεύρων εἰργασμένων ἑκατὸν τάλαντα, πανοπλίας χιλίας, χρυσοῦς ἐπισήμους τρισχιλίους, ἔτι δὲ λιθοφόρους τέτταρας καὶ τοὺς ἀφέτας τούτοις.
\n 被任命的人筹备了一万罐葡萄酒、三百塔兰特加工过的毛发、一百塔兰特加工过的兽腱、一千套盔甲、三千枚金币,此外还有四台投石机及其操作人员。
§4.56.4ἃ καὶ λαβόντες οἱ τῶν Σινωπέων πρέσβεις ἐπανῆλθον.
\n 西诺普人的使节带着这些物资回国了。
ἦσαν γὰρ οἱ Σινωπεῖς ἐν ἀγωνίᾳ μὴ πολιορκεῖν σφᾶς ὁ Μιθριδάτης ἐγχειρήσῃ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· διὸ καὶ τὰς παρασκευὰς πρὸς τοῦτο τὸ μέρος ἐποιοῦντο πάσας.
因为西诺普人非常担忧米特里达梯会企图从陆路和海路两方面围攻他们;因此,他们针对这一方面做好了所有的防备。
§4.56.5ἡ δὲ Σινώπη κεῖται μὲν ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου παρὰ τὸν εἰς Φᾶσιν πλοῦν, οἰκεῖται δʼ ἐπί τινος χερρονήσου προτεινούσης εἰς τὸ πέλαγος, ἧς τὸν μὲν αὐχένα τὸν συνάπτοντα πρὸς τὴν Ἀσίαν, ὅς ἐστιν οὐ πλεῖον δυεῖν σταδίων, ἡ πόλις ἐπικειμένη διακλείει κυρίως·
\n 西诺普坐落在通往法希斯航道上黑海右侧的区域,建在伸入公海的一个半岛上。 连接该半岛与亚洲的陆峡宽度不超过两斯塔德,坐落于其上的城市实际上将此处完全隔断。
§4.56.6τὸ δὲ λοιπὸν τῆς χερρονήσου πρόκειται μὲν εἰς τὸ πέλαγος, ἔστι δʼ ἐπίπεδον καὶ πανευέφοδον ἐπὶ τὴν πόλιν, κύκλῳ δʼ ἐκ θαλάττης ἀπότομον καὶ δυσπροσόρμιστον καὶ παντελῶς ὀλίγας ἔχον προσβάσεις.
\n 半岛的其余部分向海中延伸,地势平坦,极易通往城市,但其外围面向大海之处却十分陡峭,难以泊船,且几乎没有可以登岸的通道。
§4.56.7διόπερ ἀγωνιῶντες οἱ Σινωπεῖς μήποτε κατὰ τὴν ἀπὸ τῆς Ἀσίας πλευρὰν ὁ Μιθριδάτης συστησάμενος ἔργα, καὶ κατὰ τὴν ἀπέναντι ταύτης ὁμοίως ποιησάμενος ἀπόβασιν κατὰ θάλατταν εἰς τοὺς ὁμαλοὺς καὶ τοὺς ὑπερκειμένους τῆς πόλεως τόπους, ἐγχειρήσῃ πολιορκεῖν αὐτούς, §4.56.8ἐπεβάλοντο τῆς χερρονήσου κύκλῳ τὸ νησίζον ὀχυροῦν, ἀποσταυροῦντες καὶ περιχαρακοῦντες τὰς ἐκ θαλάττης προσβάσεις, ἅμα δὲ καὶ βέλη καὶ στρατιώτας τιθέντες ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων· §4.56.9ἔστι γὰρ τὸ πᾶν μέγεθος αὐτῆς οὐ πολύ, τελέως δʼ εὐκατακράτητον καὶ μέτριον.
\n 因此,西诺普人深感焦虑,担心米特里达梯会在靠亚洲的一侧构筑攻城工事,并同样在与之相对的另一侧从海上登陆,占领平坦地带和俯瞰城市的高地,从而企图围攻他们,\n 开始着手加固半岛周围呈岛屿状的部分,用桩子和栅栏阻断从海上进入的通道,同时在有利的地形处部署投射武器和士兵;\n 因为其整体面积并不大,完全易于控制且规模适中。

词汇与语法注释

  1. 4.56.2πρεσβευσάντων αὐτῶν — 属格绝对结构。代词 αὐτῶν 指代前一节 §4.56.1 中的与格复数形式 Σινωπεῦσιν。
  2. 4.56.2τοὺς δὲ λαβόντας παρασκευάσαι — 由无人称动词 ἔδοξε 引导的宾格加不定式结构。表示主语的宾格代词 τοὺς δέ 指代前文的与格代词 τούτοις,与分词 λαβόντας 一致,并作不定式 παρασκευάσαι 的主语。
  3. 4.56.7διόπερ ἀγωνιῶντες... ἐπεβάλοντο... — 这是一个极其冗长的主句骨架。§4.56.7 中分词短语的主格主语 οἱ Σινωπεῖς 是 §4.56.8 中主动词 ἐπεβάλοντο 的主语。在此期间,插入了由 μήποτε... ἐγχειρήσῃ 引导的表示担忧的虚拟式从句,以及多个修饰分词。
  4. 4.56.8τὸ νησίζον — 动词 νησίζω 的现在分词中性单数宾格作名词性用法,意为“岛屿状的部分”。这指的是地峡(αὐχήν)之外、伸入海中且实际上如岛屿般孤立的半岛主体部分。

引用这一段

波利比奥斯, 历史 §4.56.1-4.56.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.56.1-4.56.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。