§4.55.1Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δʼ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ συμμαχίας.
ポリュリニオス人とラッパ人、および彼らのすべての同盟者たちは、クノッソス人がアイトリア人との同盟に固執しているのを目にし、またアイトリア人がフィリッポス王とアカイア人たちの敵であるのを見て、王とアカイア人たちのもとへ援助と同盟を求めて使節を派遣した。
§4.55.2οἱ δʼ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας ἑκατόν.
\n アカイア人とフィリッポスは彼らを共同の同盟に受け入れ、プラトールが率いるイリュリア人四百人、アカイア人二百人、フォキス人百人の援助軍を派遣した。
§4.55.3οἳ καὶ παραγενόμενοι μετʼ οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις·
\n 彼らは到着すると、ポリュリニオス人とその同盟者たちを大いに強化した上で、間もなく再び船で去っていった。
§4.55.4πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τʼ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων.
\n というのも、彼らは極めて短期間のうちにエレウテルナイ人とキュドニア人、さらにはアプテラ人を包囲して城壁内に閉じ込め、クノッソス人の同盟から離脱して自分たちと同じ希望を共有するように強制したからである。
τούτων δὲ γενομένων, §4.55.5ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς.
これらのことが起こると、\n ポリュリニオス人と彼らとともにいる同盟者たちはフィリッポスとアカイア人たちのもとへ五百人のクレタ人を派遣し、他方でクノッソス人は少し前に千人の兵をアイトリア人のもとへ派遣していた。
οἳ καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλεμον.
彼らは双方の側で現在進行中の戦争をともに戦った。
§4.55.6κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες·
\n また、ゴルテュン人の亡命者たちはパイストス人の港を占領した。
ὁμοίως δὲ καὶ τὸν αὐτῶν τῶν Γορτυνίων παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς ἐν τῇ πόλει.
同様に、彼らはゴルテュン人自身の港をも危険を冒して強固に保持し、これらの場所を拠点として出撃しては、市の中にいる者たちに対して戦争を仕掛けた。