§4.54.1νέων, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Κνωσίοις.
若者たちのうち、[一部を追放し、]他方を殺害し、都市をクノッソス人に引き渡した。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυττίων ἐξωδευκότων εἰς τὴν πολεμίαν πανδημεί, συννοήσαντες οἱ Κνώσιοι τὸ γεγονὸς καταλαμβάνονται τὴν Λύττον, ἔρημον οὖσαν τῶν βοηθησόντων·
同じ時期に、リュトス人が挙国一致で敵地に遠征していたところ、クノッソス人はこの事実を察知して、防衛する人々のいない空っぽのリュトスを占領した。
§4.54.2καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας εἰς Κνωσὸν ἀπέπεμψαν, τὴν δὲ πόλιν ἐμπρήσαντες καὶ κατασκάψαντες καὶ λωβησάμενοι κατὰ πάντα τρόπον ἐπανῆλθον.
そして、子供たちや女性たちをクノッソスへと送り出し、都市には火を放ち、破壊し、あらゆる方法で蹂躙した上で引き揚げた。
§4.54.3οἱ δὲ Λύττιοι παραγενόμενοι πρὸς τὴν πόλιν ἀπὸ τῆς ἐξοδείας, καὶ συνθεασάμενοι τὸ συμβεβηκός, οὕτως περιπαθεῖς ἐγένοντο ταῖς ψυχαῖς ὥστε μηδʼ εἰσελθεῖν μηδένα τολμῆσαι τῶν παρόντων εἰς τὴν πατρίδα·
一方、リュトス人は遠征から都市へと戻り、起こった事態を目にすると、心にあまりにも激しい衝撃と苦痛を覚えたため、そこにいた者のうち、敢えて祖国の中へ入ろうとする者は一人もいなかった。
§4.54.4πάντες δὲ περιπορευθέντες αὐτὴν κύκλῳ, καὶ πολλάκις ἀνοιμώξαντες καὶ κατολοφυράμενοι τήν τε τῆς πατρίδος καὶ τὴν αὑτῶν τύχην, αὖθις ἐξ ἀναστροφῆς ἐπανῆλθον εἰς τὴν τῶν Λαππαίων πόλιν.
彼らは全員で都市の周囲を巡り、何度も大声を上げて嘆き、祖国と自分たちの運命を哀悼すると、再び身を翻してラッパ人の都市へと向かった。
§4.54.5φιλανθρώπως δʼ αὐτοὺς καὶ μετὰ πάσης προθυμίας τῶν Λαππαίων ὑποδεξαμένων, οὗτοι μὲν ἀντὶ πολιτῶν ἀπόλιδες ἐν ἡμέρᾳ μιᾷ καὶ ξένοι γεγονότες ἐπολέμουν πρὸς τοὺς Κνωσίους ἅμα τοῖς συμμάχοις.
ラッパ人が彼らを温かく、またこの上ない熱意をもって迎え入れたため、彼らは一日にして市民から祖国なき者、そして居候の身となりながらも、同盟者たちとともにクノッソス人に対して戦争を続けた。
§4.54.6Λύττος δʼ ἡ Λακεδαιμονίων μὲν ἄποικος οὖσα καὶ συγγενής, ἀρχαιοτάτη δὲ τῶν κατὰ Κρήτην πόλεων, ἄνδρας δʼ ὁμολογουμένως ἀρίστους ἀεὶ τρέφουσα Κρηταιέων, οὕτως ἄρδην καὶ παραλόγως ἀνηρπάσθη.
ラケダイモン人の植民都市にして親族であり、クレタの諸都市の中で最古であり、かつ誰もが認めるクレタ人の中で最も優れた男たちを常に育んできたリュトスは、このようにして根こそぎ、そして不条理にも滅ぼされたのである。