Humanitext Reader

波利比奥斯 · 历史 §4.55.1-4.55.6

波利里尼乌斯同盟的反击与克里特战局

第 332 段,共 1311 段 · 希腊语

内容简介

波利里尼乌斯人和拉帕人与腓力国王及阿开亚人结盟并获得援军,借此迫使埃留特纳人等脱离与克诺索斯的同盟。同时,双方互派克里特士兵赴希腊本土作战,而戈尔廷流亡者占领了港口并开始对城内开战。

§4.55.1Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δʼ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ συμμαχίας.
波利里尼乌斯人、拉帕人及其所有盟友,看到克诺索斯人坚持与埃托利亚人结盟,又看到埃托利亚人是腓力国王和阿开亚人共同的敌人,便向国王和阿开亚人派遣使节,请求援助并缔结同盟。
§4.55.2οἱ δʼ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας ἑκατόν.
\n 阿开亚人和腓力接纳他们加入了共同同盟,并派遣了一支由普拉托尔指挥的四百名伊利里亚人、二百名阿开亚人和一百名福基斯人组成的援军。
§4.55.3οἳ καὶ παραγενόμενοι μετʼ οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις· §4.55.4πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τʼ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων.
\n 这些人抵达后,在给波利里尼乌斯人及其盟友带来巨大的力量提升之后,不久便再次乘船离去;\n 因为他们在极短的时间内,就将埃留特纳人、库多尼亚人以及阿普特拉人围困在城墙内,迫使他们脱离与克诺索斯人的同盟,并与自己共享同样的希望。
τούτων δὲ γενομένων, §4.55.5ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς.
这些事情发生之后,\n 波利里尼乌斯人及其盟友向腓力和阿开亚人派遣了五百名克里特人,而克诺索斯人则在不久前向埃托利亚人派遣了一千人。
οἳ καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλεμον.
这些克里特人在当前的战争中与双方共同作战。
§4.55.6κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες· ὁμοίως δὲ καὶ τὸν αὐτῶν τῶν Γορτυνίων παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς ἐν τῇ πόλει.
\n 此外,戈尔廷的流亡者占领了斐斯托斯人的港口;同样地,他们也冒着危险死守着戈尔廷人自己的港口,并以这些地方为基地,向城内的居民发动战争。

词汇与语法注释

  1. §4.55.3οἳ — 关系代词 οἵ 用于句首起连接作用(关系联接),相当于指示代词(“他们”),指代前文提到的援助部队。
  2. §4.55.4τειχήρεις καταστήσαντες — 形容词 τειχήρεις(被围困在城墙内的)与动词 καθίστημι(使处于……状态)的分词形式 καταστήσαντες 结合,意为“使(敌人)处于被围困在城内(被包围)的状态”。
  3. §4.55.6τὸν αὐτῶν τῶν Γορτυνίων — 定冠词 τὸν 后面省略了一个名词。从上下文来看,省略了前句中的 τὸν λιμένα(港口),指代“戈尔廷人自己的港口”。

引用这一段

波利比奥斯, 历史 §4.55.1-4.55.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.55.1-4.55.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。