§4.54.1νέων, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Κνωσίοις.
年轻人,并将城市交给了克诺索斯人。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυττίων ἐξωδευκότων εἰς τὴν πολεμίαν πανδημεί, συννοήσαντες οἱ Κνώσιοι τὸ γεγονὸς καταλαμβάνονται τὴν Λύττον, ἔρημον οὖσαν τῶν βοηθησόντων· §4.54.2καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας εἰς Κνωσὸν ἀπέπεμψαν, τὴν δὲ πόλιν ἐμπρήσαντες καὶ κατασκάψαντες καὶ λωβησάμενοι κατὰ πάντα τρόπον ἐπανῆλθον.
在同一时期,由于吕托斯人举国出征敌境,克诺索斯人探知了这一情况,便占领了毫无防备者的空虚的吕托斯;他们将妇女和儿童送往克诺索斯,而将城市放火焚烧、夷为平地,并以各种方式加以摧毁后撤回。
§4.54.3οἱ δὲ Λύττιοι παραγενόμενοι πρὸς τὴν πόλιν ἀπὸ τῆς ἐξοδείας, καὶ συνθεασάμενοι τὸ συμβεβηκός, οὕτως περιπαθεῖς ἐγένοντο ταῖς ψυχαῖς ὥστε μηδʼ εἰσελθεῖν μηδένα τολμῆσαι τῶν παρόντων εἰς τὴν πατρίδα· §4.54.4πάντες δὲ περιπορευθέντες αὐτὴν κύκλῳ, καὶ πολλάκις ἀνοιμώξαντες καὶ κατολοφυράμενοι τήν τε τῆς πατρίδος καὶ τὴν αὑτῶν τύχην, αὖθις ἐξ ἀναστροφῆς ἐπανῆλθον εἰς τὴν τῶν Λαππαίων πόλιν.
吕托斯人出征归来抵达城市,目睹了所发生的一切,内心感到极度悲痛,以至于在场的人中没有一个人敢于踏入祖国一步;他们所有人环绕着城市,一再嚎啕大哭,哀悼祖国和他们自己的命运,随后转过身来,再次退往拉帕人的城市。
§4.54.5φιλανθρώπως δʼ αὐτοὺς καὶ μετὰ πάσης προθυμίας τῶν Λαππαίων ὑποδεξαμένων, οὗτοι μὲν ἀντὶ πολιτῶν ἀπόλιδες ἐν ἡμέρᾳ μιᾷ καὶ ξένοι γεγονότες ἐπολέμουν πρὸς τοὺς Κνωσίους ἅμα τοῖς συμμάχοις.
由于拉帕人友善且极其热情地接纳了他们,这些人虽然在一天之内从公民变成了无家可归者和异乡人,但仍同盟友一起对克诺索斯人作战。
§4.54.6Λύττος δʼ ἡ Λακεδαιμονίων μὲν ἄποικος οὖσα καὶ συγγενής, ἀρχαιοτάτη δὲ τῶν κατὰ Κρήτην πόλεων, ἄνδρας δʼ ὁμολογουμένως ἀρίστους ἀεὶ τρέφουσα Κρηταιέων, οὕτως ἄρδην καὶ παραλόγως ἀνηρπάσθη.
吕托斯本是拉刻代蒙人的殖民地和同胞,是克里特最古老的城市,且公认为一直培养着克里特人中最优秀的人才,却落得如此彻底而令人难以置信地被毁灭。