§4.53.1τὸ τέλος·
終結を迎えた。
κατὰ δὲ τὸν καιρὸν τοῦτον Κνώσιοι πρεσβεύσαντες πρὸς Ῥοδίους ἔπεισαν τάς τε μετὰ Πολεμοκλέους ναῦς καὶ τρία τῶν ἀφράκτων προσκατασπάσαντας αὑτοῖς ἀποστεῖλαι.
この時期、クノッソス人はロドス人に使節を送り、ポレモクレスに伴われていた船と、さらに引き下ろした無甲板船3隻を自分たちのもとに派遣するよう説得した。
§4.53.2γενομένου δὲ τούτου, καὶ τῶν πλοίων ἀφικομένων εἰς τὴν Κρήτην, καὶ σχόντων ὑποψίαν τῶν Ἐλευθερναίων ὅτι τὸν πολίτην αὑτῶν Τίμαρχον οἱ περὶ τὸν Πολεμοκλῆ χαριζόμενοι τοῖς Κνωσίοις ἀνῃρήκασι, τὸ μὲν πρῶτον ῥύσια κατήγγειλαν τοῖς Ῥοδίοις, μετὰ δὲ ταῦτα πόλεμον ἐξήνεγκαν.
これが行われ、船がクレタに到着すると、エレウテルナ人は、ポレモクレスの一行がクノッソス人への追従から自分たちの市民であるティマルコスを殺害したのではないかという疑いを抱き、最初はロドス人に対して報復措置を布告し、その後は戦争を宣した。
§4.53.3περιέπεσον δὲ καὶ Λύττιοι βραχὺ πρὸ τούτων τῶν καιρῶν ἀνηκέστῳ συμφορᾷ.
またリュトス人も、この時期の少し前に取り返しのつかない災厄に見舞われていた。
καθόλου γὰρ τὰ κατὰ τὴν σύμπασαν Κρήτην ὑπῆρχεν ἐν τοιαύτῃ τινὶ τότε καταστάσει.
というのも、当時クレタ全土の情勢は全体として次のような状態にあったからである。
§4.53.4Κνώσιοι συμφρονήσαντες Γορτυνίοις πᾶσαν ἐποιήσαντο τὴν Κρήτην ὑφʼ αὑτοὺς πλὴν τῆς Λυττίων πόλεως·
クノッソス人はゴルτυン人と同盟を結び、リュトスの市を除くクレタ全土を支配下に置いた。
μόνης δὲ ταύτης ἀπειθούσης, ἐπεβάλοντο πολεμεῖν, σπεύδοντες αὐτὴν εἰς τέλος ἀνάστατον ποιῆσαι καὶ παραδείγματος καὶ φόβου χάριν τῶν ἄλλων Κρηταιέων.
この市だけが従わなかったため、彼らはこれを完全に破壊し、他のクレタ人に対する見せしめと恐怖の的とすることに努め、戦争を仕掛けた。
§4.53.5τὸ μὲν οὖν πρῶτον ἐπολέμουν πάντες οἱ Κρηταιεῖς τοῖς Λυττίοις·
最初は、すべてのクレタ人がリュトス人と戦っていた。
ἐγγενομένης δὲ φιλοτιμίας ἐκ τῶν τυχόντων, ὅπερ ἔθος ἐστὶ Κρησίν, ἐστασίασαν πρὸς τοὺς ἄλλους.
しかし、些細なことから対抗意識が生じ(これはクレタ人の常であるが)、彼らは互いに反目し合うようになった。
§4.53.6καὶ Πολυρρήνιοι μὲν καὶ Κεραῗται καὶ Λαππαῖοι, πρὸς δὲ τούτοις Ὅριοι μετʼ Ἀρκάδων, ὁμοθυμαδὸν ἀποστάντες τῆς τῶν Κνωσίων φιλίας,
ポリュッレニア人、ケライタイ人、ラッパ人、さらにアルカディア人を伴ったホリオイ人は、一致団結してクノッソス人との友好関係から離脱し、リュトス人と同盟を結ぶことを決定した。
§4.53.7ἔγνωσαν τοῖς Λυττίοις συμμαχεῖν, τῶν δὲ Γορτυνίων οἱ μὲν πρεσβύτεροι τὰ τῶν Κνωσίων, οἱ δὲ νεώτεροι τὰ τῶν Λυττίων αἱρούμενοι, διεστασίασαν πρὸς ἀλλήλους.
一方、ゴルτυν人の間では、年長者たちがクノッソス人の側を支持し、若者たちがリュトス人の側を支持して、互いに反目し合った。
§4.53.8οἱ δὲ Κνώσιοι, παραδόξου γεγονότος αὐτοῖς τοῦ περὶ τοὺς συμμάχους κινήματος, ἐπισπῶνται χιλίους ἐξ Αἰτωλίας ἄνδρας κατὰ συμμαχίαν.
クノッソス人は、同盟国を巡るこの動きが彼らにとって予期せぬものであったため、同盟に基づきアイトリアから千人の兵を引き入れた。
§4.53.9οὗ γενομένου παραυτίκα τῶν Γορτυνίων οἱ πρεσβύτεροι καταλαμβανόμενοι τὴν ἄκραν εἰσάγονται τούς τε Κνωσίους καὶ τοὺς Αἰτωλούς·
これが起こると、ゴルτυν人の年長者たちは直ちに城砦を占拠し、クノッソス人とアイトリア人を招き入れた。
καὶ τοὺς μὲν ἐξέβαλον, τοὺς δʼ ἀπέκτειναν τῶν
そして一方の者たちを追放し、他方の者たちを殺害した。