Humanitext Reader

波利比奥斯 · 历史 §4.53.1-4.53.9

克里特内讧与罗得斯派舰引发的冲突

第 330 段,共 1311 段 · 希腊语

内容简介

拜占庭战争结束后,罗得斯人应克诺索斯之请派遣船只,从而引发了与埃琉特尔纳的冲突。与此同时,克里特岛内部爆发大规模内讧,形成了克诺索斯与哥尔廷联盟对抗以吕托斯为首的诸城邦的局面。

§4.53.1τὸ τέλος·
终结。
κατὰ δὲ τὸν καιρὸν τοῦτον Κνώσιοι πρεσβεύσαντες πρὸς Ῥοδίους ἔπεισαν τάς τε μετὰ Πολεμοκλέους ναῦς καὶ τρία τῶν ἀφράκτων προσκατασπάσαντας αὑτοῖς ἀποστεῖλαι.
就在此时,克诺索斯人向罗得斯人派去使节,说服他们将随同波雷莫克勒斯的船只以及另外下水的三艘无甲板船派遣给他们。
§4.53.2γενομένου δὲ τούτου, καὶ τῶν πλοίων ἀφικομένων εἰς τὴν Κρήτην, καὶ σχόντων ὑποψίαν τῶν Ἐλευθερναίων ὅτι τὸν πολίτην αὑτῶν Τίμαρχον οἱ περὶ τὸν Πολεμοκλῆ χαριζόμενοι τοῖς Κνωσίοις ἀνῃρήκασι, τὸ μὲν πρῶτον ῥύσια κατήγγειλαν τοῖς Ῥοδίοις, μετὰ δὲ ταῦτα πόλεμον ἐξήνεγκαν.
此事发生、船只抵达克里特后,埃琉特尔纳人怀疑波雷莫克勒斯及其部下为了讨好克诺索斯人而杀害了他们的公民蒂马科斯,起初向罗得斯人宣布了报复权,随后便发动了战争。
§4.53.3περιέπεσον δὲ καὶ Λύττιοι βραχὺ πρὸ τούτων τῶν καιρῶν ἀνηκέστῳ συμφορᾷ.
吕托斯人也在此时期前不久遭遇了无法挽回的灾难。
καθόλου γὰρ τὰ κατὰ τὴν σύμπασαν Κρήτην ὑπῆρχεν ἐν τοιαύτῃ τινὶ τότε καταστάσει.
因为当时整个克里特的局势大体上处于如下的状态。
§4.53.4Κνώσιοι συμφρονήσαντες Γορτυνίοις πᾶσαν ἐποιήσαντο τὴν Κρήτην ὑφʼ αὑτοὺς πλὴν τῆς Λυττίων πόλεως· μόνης δὲ ταύτης ἀπειθούσης, ἐπεβάλοντο πολεμεῖν, σπεύδοντες αὐτὴν εἰς τέλος ἀνάστατον ποιῆσαι καὶ παραδείγματος καὶ φόβου χάριν τῶν ἄλλων Κρηταιέων.
克诺索斯人与哥尔廷人联合,将除吕托斯城之外整个克里特置于自己的支配之下;由于唯独该城不肯屈服,他们便着手对齐宣战,急于将其彻底毁灭,以此作为对其他克里特人的警戒和威慑。
§4.53.5τὸ μὲν οὖν πρῶτον ἐπολέμουν πάντες οἱ Κρηταιεῖς τοῖς Λυττίοις· ἐγγενομένης δὲ φιλοτιμίας ἐκ τῶν τυχόντων, ὅπερ ἔθος ἐστὶ Κρησίν, ἐστασίασαν πρὸς τοὺς ἄλλους.
起初,所有的克里特人都与吕托斯人作战;但由于些许琐事引起了竞争心理(这是克里特人的惯常习性),他们便彼此发生内讧。
§4.53.6καὶ Πολυρρήνιοι μὲν καὶ Κεραῗται καὶ Λαππαῖοι, πρὸς δὲ τούτοις Ὅριοι μετʼ Ἀρκάδων, ὁμοθυμαδὸν ἀποστάντες τῆς τῶν Κνωσίων φιλίας, §4.53.7ἔγνωσαν τοῖς Λυττίοις συμμαχεῖν, τῶν δὲ Γορτυνίων οἱ μὲν πρεσβύτεροι τὰ τῶν Κνωσίων, οἱ δὲ νεώτεροι τὰ τῶν Λυττίων αἱρούμενοι, διεστασίασαν πρὸς ἀλλήλους.
于是,波利雷尼亚人、凯莱塔伊人、拉帕人,以及同阿卡迪亚人在一起的霍里奥伊人,一致脱离了与克诺索斯人的友好关系,决定与吕托斯人结盟;而哥尔廷人中,年长者支持克诺索斯人,年轻者支持吕托斯人,从而彼此分裂。
§4.53.8οἱ δὲ Κνώσιοι, παραδόξου γεγονότος αὐτοῖς τοῦ περὶ τοὺς συμμάχους κινήματος, ἐπισπῶνται χιλίους ἐξ Αἰτωλίας ἄνδρας κατὰ συμμαχίαν.
克诺索斯人因盟友的这一变动出乎意料,便根据盟约从埃托利亚引进了千名士兵。
§4.53.9οὗ γενομένου παραυτίκα τῶν Γορτυνίων οἱ πρεσβύτεροι καταλαμβανόμενοι τὴν ἄκραν εἰσάγονται τούς τε Κνωσίους καὶ τοὺς Αἰτωλούς· καὶ τοὺς μὲν ἐξέβαλον, τοὺς δʼ ἀπέκτειναν τῶν
此事发生后,年长的哥尔廷人立即占领了卫城,将克诺索斯人和埃托利亚人引了进来;他们驱逐了其中一些人,并杀害了另一些人。

词汇与语法注释

  1. §4.53.1προσκατασπάσαντας — 宾格分词,与主句动词 ἔπεισαν 的宾语(兼作不定式 ἀποστεῖλαι 的逻辑主语)Ῥοδίους 一致。意思是“额外将船只下水后”。
  2. §4.53.2σχόντων — 属格独立结构,其逻辑主语为 τῶν Ἐλευθερναίων。与前文的 γενομένου δὲ τούτου, καὶ τῶν πλοίων ἀφικομένων 一样,用于描述导致主句动作发生的背景情况。
  3. §4.53.2οἱ περὶ τὸν Πολεμοκλῆ — 希腊语的惯用表达,意为“波雷莫克勒斯周围的人”,此处指“波雷莫克勒斯及其部下”或“波雷莫克勒斯一党”。

引用这一段

波利比奥斯, 历史 §4.53.1-4.53.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.53.1-4.53.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。