§4.48.1Βυζαντίους.
ビュザンティオン人に対して。
τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι·
ビュザンティオン人も同様のことをした。
πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν.
彼らはアッタロスとアカイオスのもとに使節を派遣し、支援を求めたのである。
§4.48.2ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπʼ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν·
アッタロスは乗り気であったが、当時はほとんど影響力を持っていなかった。 アカイオスによって自らの父祖伝来の領土に追い詰められていたからである。
§4.48.3ὁ δʼ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν.
一方アカイオスは、タウロス山脈のこちら側を支配しており、最近自ら王を名乗ったばかりであったが、支援することを約束した。
§4.48.4ὑπάρχων δʼ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν.
彼がこの意向を持っていたことは、ビュザンティオン人には大きな希望を、ロドス人とプルーシアスにはそれとは正反対の狼狽をもたらした。
§4.48.5Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δʼ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας.
アカイオスはシリアの王位を継承したアンティオコスの親族であったが、以下のような理由によって上述の支配権を掌握することになった。
§4.48.6Σελεύκου μεταλλάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειότητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν.
上述のアンティオコスの父であるセレウコスが世を去り、その息子のうち最年長であるセレウコスが王位を継承した際、アカイオスは親族関係ゆえに彼とともにタウロス山脈を越えた。 これは、現在述べている時期のおよそ2年ほど前のことであった。
§4.48.7Σέλευκος γὰρ ὁ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφʼ αὑτὸν πεποιῆσθαι, παρωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν.
若いセレウコスは、王位を継承するとすぐに、アッタロスがすでにタウロス山脈のこちら側の支配権全域を自らの手中に収めていると聞き、自らの事態を救うために赴くよう駆り立てられた。
§4.48.8ὑπερβαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολοφονηθεὶς ὑπό τʼ Ἀπατουρίου τοῦ Γαλάτου καὶ Νικάνορος, μετήλλαξε τὸν βίον.
彼は大軍を率いてタウロス山脈を越えたが、ガラティア人アパトゥリオスとニカノルによって暗殺され、世を去った。
§4.48.9Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη.
アカイオスは、親族としての義務に従って直ちに彼の殺害の復讐を遂げ、ニカノルとアパトゥリオスの一味を殺害し、軍隊および国政全般を賢明かつ寛大に指導した。
§4.48.10τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν.
というのも、機会が彼に巡ってきており、大衆の熱意も彼が王冠を戴くことを後押ししていたにもかかわらず、彼はそうすることを選ばず、その王位を息子のうち年若い方であるアンティオコスのために保持し、精力的に進軍してタウロス山脈のこちら側の全域を奪還したからである。
§4.48.11τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέργαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρατής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε.
しかし、事態が予想以上に順調に進み、アッタロスをペルガモンそのものに封じ込め、他のすべての地を支配下に置くようになると、彼はその幸運に思い上がり、たちまち道を踏み外した。
§4.48.12καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν·
外れ、王冠を戴き、自ら王を称すると、当時彼はタウロス山脈のこちら側の王や支配者たちの中で最も強力で恐るべき存在となった。
§4.48.13ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.
ビュザンティオン人は、当時このアカイオスを最も深く信頼したからこそ、ロドス人およびプルーシアスに対する戦争を引き受けた。