§4.48.1Βυζαντίους.
拜占庭人。
τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι· πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν.
拜占庭人也采取了类似的行动;因为他们向阿塔罗斯和阿开乌斯都派遣了使节,请求他们给予援助。
§4.48.2ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπʼ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν· §4.48.3ὁ δʼ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν.
阿塔罗斯虽然有意帮助,但当时他的力量微薄,因为他已被阿开乌斯驱逐并困于他祖传的领地之内;而控制着托罗斯山脉以西地区且在不久前自立为王的阿开乌斯,则允诺给予援助。
§4.48.4ὑπάρχων δʼ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν.
他持有的这一意向,给拜占庭人带来了巨大的希望,却给罗得斯人和普鲁西阿斯带来了相反的效果,即惊恐。
§4.48.5Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δʼ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας.
因为阿开乌斯是继承了叙利亚王位的安条克的亲戚,他因如下一些原因掌握了上述地区的统治权。
§4.48.6Σελεύκου μεταλλάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειότητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν.
上述安条克的父亲塞琉古去世,其长子塞琉古继承王位时,阿开乌斯因亲戚关系与他一同越过了托罗斯山脉,这大约发生在我们现在所说时期的两年前。
§4.48.7Σέλευκος γὰρ ὁ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφʼ αὑτὸν πεποιῆσθαι, παρωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν.
因为年轻的塞琉古一继承王位,听闻阿塔罗斯已经将托罗斯山脉以西的全部领地收归己有,便被驱使去拯救自己的基业。
§4.48.8ὑπερβαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολοφονηθεὶς ὑπό τʼ Ἀπατουρίου τοῦ Γαλάτου καὶ Νικάνορος, μετήλλαξε τὸν βίον.
他率领大军越过托罗斯山脉,但被加拉太人阿帕图里奥斯和尼卡诺尔暗杀而去世。
§4.48.9Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη.
阿开乌斯根据道义上的责任,立即为他复仇,处死了尼卡诺尔和阿帕图里奥斯一伙,并以智慧和宽宏的胸怀领导了军队和全局事务。
§4.48.10τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν.
因为尽管当时时机对他有利,且大众的狂热也支持他戴上王冠,但他并没有选择这样做,而是为年幼的儿子安条克保留着王位,他积极出征,收复了托罗斯山脉以西的全部土地。
§4.48.11τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέργαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρατής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε.
然而,随着他的事业出乎意料地顺利,他将阿塔罗斯围困在佩尔加蒙城内,并控制了其余所有地方,他因这些成功而骄傲自满,随即走上了歧途。
§4.48.12καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν· §4.48.13ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.
他戴上王冠并自称为王,在当时成为托罗斯山脉以西诸王和统治者中最有权势、最令人畏惧的人;正是因为当时拜占庭人对他寄予了最大的信任,才接受了对罗得斯人和普鲁西阿斯的战争。