§4.4.1ἔτι δʼ αὐτοῦ παρεπιδημοῦντος ἐν τῇ Μεσσήνῃ, συνεγγίσαντες τῇ πόλει νυκτὸς οἱ πειραταὶ καὶ προσβαλόντες κλίμακας ἐξέκοψαν τὸ Χυρῶνος καλούμενον ἐπαύλιον, καὶ τοὺς μὲν ἀμυνομένους ἀπέσφαξαν, τοὺς δὲ λοιποὺς τῶν οἰκετῶν δήσαντες καὶ τὰ κτήνη μετʼ αὐτῶν ἀπήγαγον.
彼がまだメッセネに滞在している間に、海賊たちは夜間に都市に接近し、梯子をかけてキュロンと呼ばれる農場を襲撃し、抵抗する者たちを虐殺し、残りの召使たちを縛り上げて家畜とともに連れ去った。
§4.4.2οἱ δὲ τῶν Μεσσηνίων ἔφοροι, πάλαι μὲν ἐπί τε τοῖς γινομένοις καὶ τῇ παρεπιδημίᾳ τοῦ Δωριμάχου διαλγοῦντες, τότε δὲ καὶ προσενυβρίζεσθαι δόξαντες, ἀνεκαλοῦντʼ αὐτὸν εἰς τὰς συναρχίας.
メッセニアの監督官たちは、以前からこれまでに起こった事態とドリマコスの滞在に深く苦しんでいたが、その上さらに侮辱を加えられたと感じて、彼を政庁へと呼び出した。
§4.4.3ἐν ᾧ καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας.
その際、当時メッセニアの監督官であり、他の生活態度においても市民たちの間で評判の高かったスキュロンが、もしドリマコスが失われた物すべてをメッセニア人に返還せず、また死者たちの件について加害者たちを裁判に引き渡さないのであれば、彼を都市から去らせるべきではないと提案した。
§4.4.4πάντων δʼ ἐπισημηναμένων ὡς δίκαια λέγοντος τοῦ Σκύρωνος, διοργισθεὶς ὁ Δωρίμαχος εὐήθεις αὐτοὺς ἔφη τελέως ὑπάρχειν, εἰ Δωρίμαχον οἴονται νῦν προπηλακίζειν, ἀλλʼ οὐ τὸ κοινὸν τῶν Αἰτωλῶν·
一同が、スキュロンは正しいことを言っていると賛意を示したため、ドリマコスは激怒し、もし彼らが今、侮辱しているのがドリマコス個人であって、アイトリア連邦の共同体ではないと思っているならば、完全に愚かであると言い放った。
καὶ καθόλου δεινὸν ἡγεῖτο τὸ γινόμενον, καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δικαίως.
そして概して、起こっている事態を不当なものと考え、彼らは共同体による問罪を受けることになるだろう、そしてそれを自業自得として被るだろうと述べた。
§4.4.5ἦν δέ τις κατʼ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, ᾧ τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἷόν τʼ εἶναι διαγινώσκειν·
ところで当時、メッセネにバビュルタスという名の取るに足りない男がいたが、彼はあらゆる点でドリマコスを生き写しにしたような人物であり、もし彼にドリマコスのカウシアと外套を身につけさせたなら、区別がつかないほどであった。
§4.4.6ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἄλλα μέρη τοῦ σώματος τῷ προειρημένῳ.
声においても体の他の部分においても、それほどまでに前述の男に酷似していたのである。
καὶ τοῦτʼ οὐκ ἐλάνθανε τὸν Δωρίμαχον.
そしてこのことは、ドリマコス自身もよく知っていた。
§4.4.7ὁμιλοῦντος οὖν [αὐτοῦ] ἀνατατικῶς τότε καὶ μάλʼ ὑπερηφάνως τοῖς Μεσσηνίοις, περιοργισθεὶς ὁ Σκύρων "νομίζεις γὰρ ἡμῖν" ἔφη "σοῦ μέλειν ἢ τῆς σῆς ἀνατάσεως, Βαβύρτα;
そこで、彼がそのとき威嚇するように、また極めて傲慢にメッセニア人たちと話していたところ、激怒したスキュロンが「お前は、我々がお前や、お前のその脅しを気にしているとでも思っているのか、バビュルタス?
"ῥηθέντος δὲ τούτου,
」と言った。
§4.4.8παραυτίκα μὲν εἴξας ὁ Δωρίμαχος τῇ περιστάσει συνεχώρησε πάντων ἐπιστροφὴν ποιήσεσθαι τῶν γεγονότων ἀδικημάτων τοῖς Μεσσηνίοις·
この言葉が発せられると、ドリマコスはその場はただちに形勢に屈して、これまでに起こったすべての不法行為についてメッセニア人たちに償いをなすことに同意した。
§4.4.9ἐπανελθὼν δʼ εἰς τὴν Αἰτωλίαν οὕτω πικρῶς ἤνεγκε καὶ βαρέως τὸ ῥηθὲν ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν διʼ αὐτὸ τοῦτο τοῖς Μεσσηνίοις ἐξέκαυσε τὸν πόλεμον.
しかしアイトリアに帰国すると、その言われたことを非常に苦々しく、また重く受け止めたため、他に正当な口実が何もなかったにもかかわらず、まさにこのことのためにメッセニア人に対する戦争を引き起こしたのである。