Humanitext Reader

波利比奥斯 · 历史 §4.4.1-4.4.9

斯库隆的羞辱与多里马库斯的开战决心

第 281 段,共 1311 段 · 希腊语

内容简介

由于海盗的进一步掠夺,美塞尼亚监察官们传唤了多里马库斯。在质问中,监察官斯库隆用一个与其极其相似的卑微之人的名字来羞辱多里马库斯,这使他大为光火,并最终导致他挑起了对美塞尼亚人的战争。

§4.4.1ἔτι δʼ αὐτοῦ παρεπιδημοῦντος ἐν τῇ Μεσσήνῃ, συνεγγίσαντες τῇ πόλει νυκτὸς οἱ πειραταὶ καὶ προσβαλόντες κλίμακας ἐξέκοψαν τὸ Χυρῶνος καλούμενον ἐπαύλιον, καὶ τοὺς μὲν ἀμυνομένους ἀπέσφαξαν, τοὺς δὲ λοιποὺς τῶν οἰκετῶν δήσαντες καὶ τὰ κτήνη μετʼ αὐτῶν ἀπήγαγον.
正当他仍逗留在美塞内时,海盗们在夜间逼近城市,搭起梯子袭击了被称为凯隆的农庄;他们屠杀了抵抗者,绑架了其余的仆人,并连同牲畜一起赶走了。
§4.4.2οἱ δὲ τῶν Μεσσηνίων ἔφοροι, πάλαι μὲν ἐπί τε τοῖς γινομένοις καὶ τῇ παρεπιδημίᾳ τοῦ Δωριμάχου διαλγοῦντες, τότε δὲ καὶ προσενυβρίζεσθαι δόξαντες, ἀνεκαλοῦντʼ αὐτὸν εἰς τὰς συναρχίας.
美塞尼亚人的监察官们早就对发生的事情和多里马库斯的逗留深感痛苦,此时他们又觉得自己受到了进一步的侮辱,便将他传唤到政厅。
§4.4.3ἐν ᾧ καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας.
此时,当时担任美塞尼亚监察官、且在其他生活方面也深受公民赞誉的斯库隆建议,绝不让多里马库斯离开城市,除非他将所有失去的财产归还给美塞尼亚人,并交出那些加害者,就死者接受审判。
§4.4.4πάντων δʼ ἐπισημηναμένων ὡς δίκαια λέγοντος τοῦ Σκύρωνος, διοργισθεὶς ὁ Δωρίμαχος εὐήθεις αὐτοὺς ἔφη τελέως ὑπάρχειν, εἰ Δωρίμαχον οἴονται νῦν προπηλακίζειν, ἀλλʼ οὐ τὸ κοινὸν τῶν Αἰτωλῶν· καὶ καθόλου δεινὸν ἡγεῖτο τὸ γινόμενον, καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δικαίως.
当所有人都赞同斯库隆所言极是时,多里马库斯大发雷霆,声称他们完全是愚蠢的,如果他们以为现在是在羞辱多里马库斯个人,而不是埃托利亚联盟;总体上,他认为所发生的事情是极不公的,并声称他们将遭到联邦的清算,且他们遭受这一切也是罪有应得。
§4.4.5ἦν δέ τις κατʼ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, ᾧ τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἷόν τʼ εἶναι διαγινώσκειν· §4.4.6ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἄλλα μέρη τοῦ σώματος τῷ προειρημένῳ.
当时,美塞内有一个名叫巴比尔塔斯的卑微之人,他在各个方面都与多里马库斯极为神似,以至于如果有人给他戴上多里马库斯的两角帽并披上披风,就根本无法将他们区分开来;他在声音和身体的其他部分与上述之人如此相似。
καὶ τοῦτʼ οὐκ ἐλάνθανε τὸν Δωρίμαχον.
而多里马库斯也并非不知道这一点。
§4.4.7ὁμιλοῦντος οὖν [αὐτοῦ] ἀνατατικῶς τότε καὶ μάλʼ ὑπερηφάνως τοῖς Μεσσηνίοις, περιοργισθεὶς ὁ Σκύρων "νομίζεις γὰρ ἡμῖν" ἔφη "σοῦ μέλειν ἢ τῆς σῆς ἀνατάσεως, Βαβύρτα;
因此,当多里马库斯当时以威胁且极其傲慢的态度向美塞尼亚人说话时,被激怒的斯库隆说:“你以为我们在乎你,还是在乎你的威胁,巴比尔塔斯?
"ῥηθέντος δὲ τούτου, §4.4.8παραυτίκα μὲν εἴξας ὁ Δωρίμαχος τῇ περιστάσει συνεχώρησε πάντων ἐπιστροφὴν ποιήσεσθαι τῶν γεγονότων ἀδικημάτων τοῖς Μεσσηνίοις· §4.4.9ἐπανελθὼν δʼ εἰς τὴν Αἰτωλίαν οὕτω πικρῶς ἤνεγκε καὶ βαρέως τὸ ῥηθὲν ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν διʼ αὐτὸ τοῦτο τοῖς Μεσσηνίοις ἐξέκαυσε τὸν πόλεμον.
”此言一出,多里马库斯立刻屈服于当下的局势,同意就已发生的所有不法行为向美塞尼亚人做出赔偿;但他回到埃托利亚后,对这番话感到如此痛苦和沉重,以至于在没有任何其他合理借口的情况下,仅仅因为这件事就挑起了针对美塞尼亚人的战争。

词汇与语法注释

  1. §4.4.2προσενυβρίζεσθαι δόξαντες — 分词 δόξαντες 带有被动不定式 προσενυβρίζεσθαι(受到进一步侮辱),表示主观感受上的“觉得/自认为”,而非“在他人看来似乎”。这表明监察官们主观上认为海盗的恶行是对他们的进一步公然侮辱。
  2. §4.4.5τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον — 完成时被动分词 τῶν ἐξηρμένων 意为“被塑造得一模一样”或“栩栩如生”,属格在此用作部分属格(“属于……那一类人”)。宾格 τὸν ἄνδρα 由于分词带有中动语态的色彩(“将那个人的样子摹画在自己身上”),因此充当其直接宾语,或表示关系/方面的宾格。
  3. §4.4.5ᾧ τις εἰ περιέθηκε ... μὴ οἷόν τʼ εἶναι διαγινώσκειν — 在由关系词 ᾧ 引导的从句中,嵌套了一个表示与过去事实相反的虚拟条件从句 εἰ περιέθηκε(直陈式过去时),而结果由不定式短语 μὴ οἷόν τʼ εἶναι(“是不可能的”)作为主句结果引导。这一复杂句式旨在极力强调两人惊人的相似度。
  4. §4.4.9ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν — 连词 ὡς 与分词 ἔχων 连用,表示主观原因或借口(“声称……”、“以……为由”)。这表明,尽管他实际上并没有其他合理的借口,但他自觉地、仅凭这次个人受辱事件作为对美塞尼亚人发动战争的唯一大义名分。

引用这一段

波利比奥斯, 历史 §4.4.1-4.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.4.1-4.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。