§4.37.1Ἀράτῳ μὲν οὖν συνέβαινε κατὰ τὸν καιρὸν τοῦτον ἤδη λήγειν τὴν ἀρχήν, Ἄρατον δὲ τὸν υἱὸν αὐτοῦ καθεσταμένον ὑπὸ τῶν Ἀχαιῶν παραλαμβάνειν τὴν στρατηγίαν.
大アラトスにとっては、この時期にちょうど任期が終了することになっており、アカイア人によって任命されていた彼の息子アラトスが将軍職を引き継ぐことになっていた。
§4.37.2Αἰτωλῶν δʼ ἐστρατήγει Σκόπας·
アイトリア人の将軍はスコパスであった。
ὁ δὲ χρόνος αὐτῷ τῆς ἀρχῆς μάλιστα τότε πως διῄρητο·
彼の任期の期間は当時ちょうど彼らのそれとずれていた。
τὰς γὰρ ἀρχαιρεσίας Αἰτωλοὶ μὲν ἐποίουν μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν εὐθέως, Ἀχαιοὶ δὲ τότε περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν.
というのも、アイトリア人は秋分直後に選挙を行っていたのに対し、アカイア人は当時はプレアデスの昇起の頃に行っていたからである。
§4.37.3ἤδη δὲ τῆς θερείας ἐνισταμένης, καὶ μετειληφότος Ἀράτου τοῦ νεωτέρου τὴν στρατηγίαν, ἅμα πάντα τὰ πράγματα τὰς ἐπιβολὰς ἐλάμβανε καὶ τὰς ἀρχάς.
すでに夏が始まり、小アラトスが将軍職を引き継ぐと、すべての事態が同時にその着手と端緒を迎えた。
§4.37.4Ἀννίβας μὲν γὰρ ἐνεχείρει κατὰ τοὺς καιροὺς τούτους Ζάκανθαν πολιορκεῖν, Ῥωμαῖοι δὲ Λεύκιον Αἰμίλιον εἰς τὴν Ἰλλυρίδα μετὰ δυνάμεως ἐξαπέστελλον ἐπὶ Δημήτριον τὸν Φάριον·
というのも、ハンニバルはこの時期にサグントゥムの包囲に着手しており、ローマ人はルキウス・アエミリウスを軍勢とともにファロスのデメトリオスに対してイリュリアへと派遣していたからである。
ὑπὲρ ὧν ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν.
これらについては前巻で明らかにした通りである。
§4.37.5Ἀντίοχος δέ, Πτολεμαΐδα καὶ Τύρον παραδόντος αὐτῷ Θεοδότου, τοῖς κατὰ Κοίλην Συρίαν ἐγχειρεῖν ἐπεβάλλετο·
アンティオコスは、テオドトスがプトレマイスとティロスを彼に引き渡したため、コイレ・シリアにおける事態に着手しようと試みていた。
Πτολεμαῖος δὲ περὶ παρασκευὴν ἐγίνετο τοῦ πρὸς Ἀντίοχον πολέμου.
一方、プトレマイオスはアンティオコスに対する戦争の準備を進めていた。
§4.37.6Λυκοῦργος δʼ ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει, τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον ἐπολιόρκει προσεστρατοπεδευκώς.
リクルゴスは、クレオメネスと同様の始まり方を望んで、メガロポリス領のアテナイオンの近くに陣を敷いてそこを包囲していた。
Ἀχαιοὶ δὲ μισθοφόρους ἱππεῖς καὶ πεζοὺς ἥθροιζον εἰς τὸν περιεστῶτα πόλεμον·
アカイア人たちは、身に迫る戦争に備えて、傭兵の騎兵や歩兵を募っていた。
§4.37.7Φίλιππος δʼ ἐκ Μακεδονίας ἐκίνει μετὰ τῆς δυνάμεως, ἔχων Μακεδόνων φαλαγγίτας μὲν μυρίους, πελταστὰς δὲ πεντακισχιλίους, ἅμα δὲ τούτοις ἱππεῖς ὀκτακοσίους.
フィリッポスはマケドニアから軍勢を率いて出発した。 その陣容は、マケドニアのファランクス重装歩兵一万人、軽装歩兵五千人、そしてこれらとともに騎兵八百人であった。
§4.37.8ταῦτα μὲν οὖν ἅπαντʼ ἦν ἐν τοιαύταις ἐπιβολαῖς καὶ παρασκευαῖς.
これらすべては、このような着手と準備の段階にあった。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἐξήνεγκαν Ῥόδιοι Βυζαντίοις πόλεμον διά τινας
同じ時期に、ロドス人たちは、ある理由からビュザンティオン人に対して戦争を宣告した……