§4.36.1ὁ δὲ Μαχατᾶς, πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους, ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην, καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξανεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον·
マカタスは、ラケダイモン人たちに関する出来事を知ると、スパルタへと引き返して再びやって来て、監督官たちと王たちに、アカイア人に対して戦争を宣言するよう促した。
§4.36.2μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλονεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν τήν τε τῶν ἐν Αἰτωλίᾳ τὰ παραπλήσια τούτοις πραττόντων.
なぜなら、あらゆる手段を用いてアイトリア人との同盟を妨害しようとするラケダイモン人たちの反目と、アイトリアにおいてこれらと同様のことを企てる者たちの反目が終息するのは、このようにしてのみである、と彼が言ったからである。
§4.36.3πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, ὁ μὲν Μαχατᾶς ἐπανῆλθε, συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν ἄγνοιαν τῶν συμπραττόντων,
監督官たちと王たちが説得されると、マカタスは、自らの企てを共謀者たちの無知ゆえに達成して帰還した。
§4.36.4ὁ δὲ Λυκοῦργος ἀναλαβὼν τοὺς στρατιώτας καί τινας τῶν πολιτικῶν ἐνέβαλεν εἰς τὴν Ἀργείαν, ἀφυλάκτως διακειμένων εἰς τέλος τῶν Ἀργείων διὰ τὴν προϋπάρχουσαν κατάστασιν.
一方、リクルゴスは兵士たちと市民の幾人かを率いてアルゴス領へと侵入したが、アルゴス人たちは以前からの情勢のために完全に無警戒な状態にあった。
§4.36.5καὶ Πολίχναν μὲν καὶ Πρασίας καὶ Λεύκας καὶ Κύφαντα προσπεσὼν ἄφνω κατέσχε· Γλυμπέσι δὲ καὶ Ζάρακι προσπεσὼν ἀπέπεσε.
そしてポリクナ、プラシアイ、レウカイ、キュパンタを不意に襲撃して奪取したものの、グリュンペイスとザラクスへの襲撃からは撃退された。
§4.36.6τούτου δὲ ταῦτα πράξαντος, ἐπεκήρυξαν τὸ λάφυρον οἱ Λακεδαιμόνιοι κατὰ τῶν Ἀχαιῶν.
彼がこれらのことを行うと、ラケダイモン人たちはアカイア人に対する略奪行為の解禁を布告した。
ἔπεισαν δὲ καὶ τοὺς Ἠλείους οἱ περὶ τὸν Μαχατᾶν, παραπλήσια λέγοντες ἅπερ καὶ πρὸς τοὺς Λακεδαιμονίους, ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον.
またマカタスの一派は、ラケダイモン人たちに語ったのと同様のことを語って、エリス人たちをも説得し、アカイア人に対して戦争を宣言させた。
§4.36.7παραδόξως δὲ καὶ κατὰ νοῦν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων προκεχωρηκότων, οὗτοι μὲν εὐθαρσῶς ἐνέβαινον εἰς τὸν πόλεμον, οἱ δʼ Ἀχαιοὶ τἀναντία·
事態がアイトリア人にとって予想外に、かつ望み通りに進展したため、彼らは意気揚々と戦争に突入したが、アカイア人たちはその逆であった。
Φίλιππος μὲν γάρ, §4.36.8ἐφʼ ᾧ τὰς ἐλπίδας εἶχον, ἀκμὴν ἐγίνετο περὶ παρασκευήν, Ἠπειρῶται δʼ ἔμελλον πολεμεῖν,
というのも、フィリッポスは、彼らが望みを託していたのであるが、いまだ軍備の最中であり、エペイロス人たちは参戦を引き延ばしていた。
§4.36.9Μεσσήνιοι δʼ ἡσυχίαν εἶχον, Αἰτωλοὶ δέ, προσειληφότες τὴν Ἠλείων καὶ Λακεδαιμονίων ἄγνοιαν, πανταχόθεν περιεῖχον αὐτοὺς τῷ πολέμῳ.
メッセニア人たちが静観する一方で、アイトリア人たちはエリス人とラケダイモン人の愚行を味方につけて、四方から彼らを戦争で包囲したのである。