Humanitext Reader

波利比奥斯 · 历史 §4.36.1-4.36.9

斯巴达与厄利斯结盟及阿开亚同盟的孤立

第 313 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚使节马卡塔斯成功煽动斯巴达向阿开亚人宣战,并说服了埃利斯人。这使埃托利亚人处于有利地位,而阿开亚人则因盟友的拖延和不配合而陷入孤立。

§4.36.1ὁ δὲ Μαχατᾶς, πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους, ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην, καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξανεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον·
马卡塔斯得知有关斯巴达人的变故后,再次折返回到斯巴达,并督促监察官和国王们向阿开亚人宣战。
§4.36.2μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλονεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν τήν τε τῶν ἐν Αἰτωλίᾳ τὰ παραπλήσια τούτοις πραττόντων.
因为他说,只有这样,拉刻代蒙人的争斗——包括那些千方百计企图破坏与埃托利亚人同盟之人的争斗,以及在埃托利亚干着与这些人相似勾当之人的争斗——才会平息。
§4.36.3πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, ὁ μὲν Μαχατᾶς ἐπανῆλθε, συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν ἄγνοιαν τῶν συμπραττόντων,
监察官和国王们被说服后,马卡塔斯便返回了,由于同谋者的无知,他成功达到了自己的目的。
§4.36.4ὁ δὲ Λυκοῦργος ἀναλαβὼν τοὺς στρατιώτας καί τινας τῶν πολιτικῶν ἐνέβαλεν εἰς τὴν Ἀργείαν, ἀφυλάκτως διακειμένων εἰς τέλος τῶν Ἀργείων διὰ τὴν προϋπάρχουσαν κατάστασιν.
而莱库古则率领士兵和部分市民入侵了阿尔戈斯地区,由于此前的和平状态,阿尔戈斯人完全处于不设防的状态。
§4.36.5καὶ Πολίχναν μὲν καὶ Πρασίας καὶ Λεύκας καὶ Κύφαντα προσπεσὼν ἄφνω κατέσχε· Γλυμπέσι δὲ καὶ Ζάρακι προσπεσὼν ἀπέπεσε.
他突然袭击并占领了波利克纳、普拉西亚伊、勒乌开和屈凡塔;但在袭击格吕姆佩伊斯和扎拉克斯时,他被击退了。
§4.36.6τούτου δὲ ταῦτα πράξαντος, ἐπεκήρυξαν τὸ λάφυρον οἱ Λακεδαιμόνιοι κατὰ τῶν Ἀχαιῶν.
在他做出这些举动后,拉刻代蒙人宣布允许对阿开亚人进行掠夺。
ἔπεισαν δὲ καὶ τοὺς Ἠλείους οἱ περὶ τὸν Μαχατᾶν, παραπλήσια λέγοντες ἅπερ καὶ πρὸς τοὺς Λακεδαιμονίους, ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον.
马卡塔斯一伙也用类似对拉刻代蒙人说过的说辞说服了埃利斯人,向阿开亚人宣战。
§4.36.7παραδόξως δὲ καὶ κατὰ νοῦν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων προκεχωρηκότων, οὗτοι μὲν εὐθαρσῶς ἐνέβαινον εἰς τὸν πόλεμον, οἱ δʼ Ἀχαιοὶ τἀναντία·
局势出乎意料地顺应了埃托利亚人的心愿,他们意气风发地投入战争,而阿开亚人则相反。
Φίλιππος μὲν γάρ, §4.36.8ἐφʼ ᾧ τὰς ἐλπίδας εἶχον, ἀκμὴν ἐγίνετο περὶ παρασκευήν, Ἠπειρῶται δʼ ἔμελλον πολεμεῖν, §4.36.9Μεσσήνιοι δʼ ἡσυχίαν εἶχον, Αἰτωλοὶ δέ, προσειληφότες τὴν Ἠλείων καὶ Λακεδαιμονίων ἄγνοιαν, πανταχόθεν περιεῖχον αὐτοὺς τῷ πολέμῳ.
因为腓力—— 他们曾寄予厚望的那位——仍处于整军备战之中,而伊庇鲁斯人则拖延参战,麦塞尼亚人保持静观;而埃托利亚人则利用了埃利斯人和拉刻代蒙人的愚蠢,从四面八方用战争包围了他们。

词汇与语法注释

  1. §4.36.2τῶν ἐκ παντὸς τρόπου διακοπτόντων — 该属格分词短语及后续并列的 `τῶν ἐν Αἰτωλίᾳ ... πραττόντων` 修饰 `τῶν Λακεδαιμονίων`。它们分别指代试图破坏与埃托利亚同盟的斯巴达反对派,以及在埃托利亚做出类似举动的人,说明了这两股势力之间的政治对立(`φιλονεικίαν`)。
  2. §4.36.3τῶν συμπραττόντων — 意为“共同行动之人”。在此指与马卡塔斯勾结、推行亲埃托利亚政策并煽动政变的斯巴达新任监察官和叛乱分子。该词强调这些人在其无知(`ἄγνοιαν`)中,沦为了马卡塔斯外交阴谋的工具。
  3. §4.36.8ἔμελλον πολεμεῖν — 助动词 `μέλλω` 在此不仅仅表示意图(“打算参战”),而是带有犹豫或拖延(“迟延参战”)的语气,突出了伊庇鲁斯人在此关头对积极援助阿开亚人的迟疑态度。

引用这一段

波利比奥斯, 历史 §4.36.1-4.36.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.36.1-4.36.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。