§4.25.1καταλαβὼν δὲ τοὺς ἀπὸ τῶν συμμαχίδων παραγεγονότας εἰς τὴν Κόρινθον, συνήδρευε καὶ διελάμβανε μετὰ τούτων τί δεῖ ποιεῖν καὶ πῶς χρήσασθαι τοῖς Αἰτωλοῖς.
彼(フィリッポス)は、同盟諸国からコリントスに到着した代表たちと合流すると、彼らとともに会議を開き、アイトリア人に対して何をなすべきか、どのように対処すべきかを議論した。
§4.25.2ἐγκαλούντων δὲ Βοιωτῶν μὲν ὅτι συλήσαιεν τὸ τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας ἱερὸν εἰρήνης ὑπαρχούσης, Φωκέων δὲ διότι στρατεύσαντες ἐπʼ Ἄμβρυσον καὶ Δαύλιον ἐπιβάλοιντο καταλαβέσθαι τὰς πόλεις, §4.25.3Ἠπειρωτῶν δὲ καθότι πορθήσαιεν αὐτῶν τὴν χώραν, Ἀκαρνάνων δὲ παραδεικνυόντων τίνα τρόπον συστησάμενοι πρᾶξιν ἐπὶ Θύριον νυκτὸς ἔτι καὶ προσβαλεῖν τολμήσαιεν τῇ πόλει, §4.25.4πρὸς δὲ τούτοις Ἀχαιῶν ἀπολογιζομένων ὡς καταλάβοιντο μὲν τῆς Μεγαλοπολίτιδος Κλάριον, πορθήσαιεν δὲ διεξιόντες τὴν Πατρέων καὶ Φαραιέων χώραν, διαρπάσαιεν δὲ Κύναιθαν, συλήσαιεν δὲ τὸ τῆς ἐν Λούσοις Ἀρτέμιδος ἱερόν, πολιορκήσαιεν δὲ Κλειτορίους, ἐπιβουλεύσαιεν δὲ κατὰ μὲν θάλατταν Πύλῳ, κατὰ δὲ γῆν ἄρτι συνοικιζομένῃ τῇ Μεγαλοπολιτῶν πόλει σπεύδοντες μετὰ τῶν Ἰλλυριῶν ἀνάστατον αὐτὴν ποιῆσαι,
そして、ボイオティア人が平和の存続中であるにもかかわらず、アイトリア人がイトニアのアテナ神殿を略奪したと告発し、フォキス人が、彼らがアンブリュソスとダウリオンに遠征してこれらの都市を占領しようと企てたことを告発し、エペイロス人が、彼らが自分たちの領土を荒廃させたことを告発し、アカルナニア人が、彼らがどのような方法で計画を立て、いまだ夜の明けないうちにテュリオンを急襲し、その都市を占領しようと企てたかを明示し、さらに、これらに加えてアカイア人が、アイトリア人がメガロポリス領のクラリオンを占領したこと、パトライおよびパライの領土を通過しながら略奪したこと、キュナイタを徹底的に略奪したこと、ルソイにあるアルテミス神殿を略奪したこと、クレイトル人を包囲攻撃したこと、さらに海路からはピュロスを、陸路からはイリュリア人とともに再建されたばかりのメガロポリス市を破壊して廃墟にしようと画策したことを陳情した。
§4.25.5διακούσαντες τούτων οἱ τῶν συμμάχων σύνεδροι πάντες ὁμοθυμαδὸν ἐκφέρειν ἐβουλεύσαντο τοῖς Αἰτωλοῖς τὸν πόλεμον.
同盟の議員たちは、これらの訴えをすべて聞き終えると、満場一致でアイトリア人に対して戦争を布告することを決定した。
§4.25.6προθέμενοι δὲ τὰς προειρημένας αἰτίας ἐν τῷ δόγματι παρακατεβάλοντο ψήφισμα, προσδιασαφοῦντες ὅτι συνανασώσουσι τοῖς συμμάχοις, εἴ τινα κατέχουσιν αὐτῶν Αἰτωλοὶ χώραν ἢ πόλιν ἀφʼ οὗ Δημήτριος ὁ Φιλίππου κατὰ φύσιν πατὴρ μετήλλαξε·
彼らは、前述の告訴理由を決議書の中に掲げた上で、さらに次のことを明確にする決議案を提出した。
§4.25.7παραπλησίως δὲ καὶ τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους ἀκουσίως μετέχειν τῆς Αἰτωλῶν συμπολιτείας, ὅτι πάντας τούτους ἀποκαταστήσουσιν εἰς τὰ πάτρια πολιτεύματα, χώραν ἔχοντας καὶ πόλεις τὰς αὑτῶν, ἀφρουρήτους, ἀφορολογήτους, ἐλευθέρους ὄντας, πολιτείαις καὶ νόμοις χρωμένους τοῖς πατρίοις.
すなわち、フィリッポスの実父であるデメトリオスが崩御して以来、アイトリア人が彼らの領土や都市のいずれかを占有している場合、同盟国とともにそれを取り戻すこと、同様に、時勢によりやむを得ずアイトリア人の同盟への参加を余儀なくされた者たちについても、彼らすべてを祖代々の国制に復帰させ、自らの領土と都市を保有させ、守備隊を置かれず、貢税も課されず、自由であり、祖代々の国制と法を享受できるようにすること。
§4.25.8συνανακομιεῖσθαι δὲ καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψαν τοὺς νόμους καὶ τὴν περὶ τὸ ἱερὸν ἐξουσίαν, ἣν Αἰτωλοὶ παρῄρηνται νῦν, βουλόμενοι τῶν κατὰ τὸ ἱερὸν ἐπικρατεῖν αὐτοί.
さらに、アイトリア人が現在奪い取り、自ら神殿の支配権を握ろうと求めている諸法と神殿に対する管轄権を、アムピクテュオン同盟とともに取り戻すことをも決議に記した。