Humanitext Reader

波利比奥斯 · 历史 §4.25.1-4.25.8

科林斯同盟会议与对埃托利亚宣战

第 302 段,共 1311 段 · 希腊语

内容简介

腓力在科林斯召集盟国会议,听取了盟友对埃托利亚人种种恶行的控诉,随后一致决定对埃托利亚宣战,并制定决议恢复盟友领土、祖传政体以及对近邻同盟神庙的管辖权。

§4.25.1καταλαβὼν δὲ τοὺς ἀπὸ τῶν συμμαχίδων παραγεγονότας εἰς τὴν Κόρινθον, συνήδρευε καὶ διελάμβανε μετὰ τούτων τί δεῖ ποιεῖν καὶ πῶς χρήσασθαι τοῖς Αἰτωλοῖς.
他与从盟国抵达科林斯的代表们会合后,便与他们一同举行会议,商讨应当采取何种行动以及如何对待埃托利亚人。
§4.25.2ἐγκαλούντων δὲ Βοιωτῶν μὲν ὅτι συλήσαιεν τὸ τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας ἱερὸν εἰρήνης ὑπαρχούσης, Φωκέων δὲ διότι στρατεύσαντες ἐπʼ Ἄμβρυσον καὶ Δαύλιον ἐπιβάλοιντο καταλαβέσθαι τὰς πόλεις, §4.25.3Ἠπειρωτῶν δὲ καθότι πορθήσαιεν αὐτῶν τὴν χώραν, Ἀκαρνάνων δὲ παραδεικνυόντων τίνα τρόπον συστησάμενοι πρᾶξιν ἐπὶ Θύριον νυκτὸς ἔτι καὶ προσβαλεῖν τολμήσαιεν τῇ πόλει, §4.25.4πρὸς δὲ τούτοις Ἀχαιῶν ἀπολογιζομένων ὡς καταλάβοιντο μὲν τῆς Μεγαλοπολίτιδος Κλάριον, πορθήσαιεν δὲ διεξιόντες τὴν Πατρέων καὶ Φαραιέων χώραν, διαρπάσαιεν δὲ Κύναιθαν, συλήσαιεν δὲ τὸ τῆς ἐν Λούσοις Ἀρτέμιδος ἱερόν, πολιορκήσαιεν δὲ Κλειτορίους, ἐπιβουλεύσαιεν δὲ κατὰ μὲν θάλατταν Πύλῳ, κατὰ δὲ γῆν ἄρτι συνοικιζομένῃ τῇ Μεγαλοπολιτῶν πόλει σπεύδοντες μετὰ τῶν Ἰλλυριῶν ἀνάστατον αὐτὴν ποιῆσαι,
波奥蒂亚人指控说,尽管当时处于和平状态,埃托利亚人却掠夺了伊托尼亚的雅典娜神庙;福基斯人指控说,他们进军安布里索斯 and 达乌利翁,企图夺取这些城市;伊庇鲁斯人指出,他们如何蹂躏了自己的国土;阿卡纳尼亚人则展示了他们如何密谋对付蒂里翁,甚至敢于在夜间袭击该城;此外,亚该亚人历数了他们的罪行,包括夺取了梅加洛波利斯地区的克拉里翁,在穿过帕特雷和法赖领土时进行了蹂躏,彻底洗劫了屈奈塔,掠夺了卢索伊的阿耳忒弥斯神庙,围攻了克莱托尔人,并且在海上对庇洛斯、在陆上对刚刚重建的梅加洛波利斯城进行图谋,急于与伊利里亚人一同将其化为废墟。
§4.25.5διακούσαντες τούτων οἱ τῶν συμμάχων σύνεδροι πάντες ὁμοθυμαδὸν ἐκφέρειν ἐβουλεύσαντο τοῖς Αἰτωλοῖς τὸν πόλεμον.
盟国的会议代表们在听取了所有这些诉求后,一致决定对埃托利亚人宣战。
§4.25.6προθέμενοι δὲ τὰς προειρημένας αἰτίας ἐν τῷ δόγματι παρακατεβάλοντο ψήφισμα, προσδιασαφοῦντες ὅτι συνανασώσουσι τοῖς συμμάχοις, εἴ τινα κατέχουσιν αὐτῶν Αἰτωλοὶ χώραν ἢ πόλιν ἀφʼ οὗ Δημήτριος ὁ Φιλίππου κατὰ φύσιν πατὴρ μετήλλαξε· §4.25.7παραπλησίως δὲ καὶ τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους ἀκουσίως μετέχειν τῆς Αἰτωλῶν συμπολιτείας, ὅτι πάντας τούτους ἀποκαταστήσουσιν εἰς τὰ πάτρια πολιτεύματα, χώραν ἔχοντας καὶ πόλεις τὰς αὑτῶν, ἀφρουρήτους, ἀφορολογήτους, ἐλευθέρους ὄντας, πολιτείαις καὶ νόμοις χρωμένους τοῖς πατρίοις.
他们将上述控告理由载入决议中,并通过了一项法案,进一步明确表示:自腓力的亲生父亲德米特里逝世以来,凡是埃托利亚人占领的属于盟国的任何领土或城市,他们都将与盟国一同将其收复;同样,对于那些因时局被迫违心加入埃托利亚联邦的人,他们将使所有人恢复祖传的政体,让他们拥有自己的领土和城市,免受驻军,免纳贡税,享有自由,并遵循祖传的政体和法律。
§4.25.8συνανακομιεῖσθαι δὲ καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψαν τοὺς νόμους καὶ τὴν περὶ τὸ ἱερὸν ἐξουσίαν, ἣν Αἰτωλοὶ παρῄρηνται νῦν, βουλόμενοι τῶν κατὰ τὸ ἱερὸν ἐπικρατεῖν αὐτοί.
他们还在决议中写道,将与近邻同盟一同收复被埃托利亚人强行剥夺的法律和对神庙的管辖权,因为埃托利亚人现在企图自己控制神庙的事务。

词汇与语法注释

  1. 4.25.2ἐγκαλούντων δὲ Βοιωτῶν μὲν — 从§4.25.2开始并延续至§4.25.4的一系列属格独立结构(genitive absolute,如“ἐγκαλούντων δὲ Βοιωτῶν μὲν”、“Φωκέων δὲ...”等),为§4.25.5中的主句动作提供了背景和原因。这些独立结构在语法上作为状语,修饰主句中起承接作用的并列分词“听取了这些诉求后”(διακούσαντες τούτων)。
  2. 4.25.2συλήσαιεν — 从属从句中使用的希求语气(optative,如“συλήσαιεν”、“ἐπιβάλοιντο”等),是间接引语(oratio obliqua)中的“传闻希求语气(oblique optative)”。由于主句动词表示过去,因此在此处用于转述各盟国所提出的指控或报告内容。
  3. 4.25.7τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους — 宾格短语“τοὺς ... ἠναγκασμένους”被置于句首,作为其后“ὅτι”从句逻辑宾语的先入(prolepsis)结构。然而,在从句内部,指示代词“πάντας τούτους”再次作为“ἀποκαταστήσουσιν”(ἀποκαταστήσουσιν)的直接宾语出现,从而在语法上造成了破格现象(anacoluthon)。

引用这一段

波利比奥斯, 历史 §4.25.1-4.25.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.25.1-4.25.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。