§4.24.1φίλοις.
〔息のかかった〕友人たちに〔委ねるべきだと表明した〕。
ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασιλέως λέγειν τὰς τότε γνώμας·
しかし王は、それらすべての後で(もし当時の意見を王自身のものであると言うべきならばであるが。
οὐ γὰρ εἰκὸς ἑπτακαιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγμάτων διευκρινεῖν.
というのも、十七歳の少年がそれほど重大な事柄について判断できるとは考えがたいからである)次のように述べた。
§4.24.2ἀλλʼ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνατιθέναι τοῖς προεστῶσι τῶν ὅλων· τοὺς μέντοι γʼ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συνόντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις·
しかし、歴史を記述する我々にとっては、審議を決定した意見を全体の指導者たちに帰するのが適切であるが、読者自身もまた、そのような基本方針や判断は、彼の側近たち、とりわけ最も近くに仕える者たちによるものである可能性が高いということを、暗に理解しておくべきである。
§4.24.3ὧν Ἀράτῳ τις ἐπιεικέστατʼ ἂν προσάπτοι τὴν τότε ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην.
彼らのうちで、当時王によって表明された意見は、アラトスに帰するのが最も妥当であろう。
§4.24.4ὁ γὰρ Φίλιππος τὰ μὲν κατʼ ἰδίαν τῶν συμμάχων εἰς αὑτοὺς ἀδικήματα καθήκειν ἔφησεν αὑτῷ μέχρι λόγου καὶ γραμμάτων διορθοῦν καὶ συνεπισημαίνεσθαι, §4.24.5τὰ δὲ πρὸς τὴν κοινὴν ἀνήκοντα συμμαχίαν, ταῦτʼ ἔφη μόνα δεῖν κοινῆς ἐπιστροφῆς καὶ διορθώσεως τυγχάνειν ὑπὸ πάντων.
というのも、フィリッポスは、同盟国相互の個別の過失については、言葉や書簡を通じてこれを是正し、警告を与えることが自分にふさわしいが、共同の同盟に関わる事柄のみが、すべての人々による共同の関心と是正を受けるべきであると述べたからである。
§4.24.6Λακεδαιμονίων δὲ μηδὲν εἰς τὴν κοινὴν συμμαχίαν ἐκφανὲς ἡμαρτηκότων, ἐπαγγελλομένων δὲ πάντα καὶ ποιεῖν τὰ δίκαια πρὸς ἡμᾶς, οὐ καλῶς ἔχον εἶναι τὸ βουλεύεσθαί τι περὶ αὐτῶν ἀπαραίτητον·
そして、ラケダイモン人たちは共同の同盟に対して明確な違反を犯しておらず、我々に対してあらゆる正しい義務を果たすと約束している以上、彼らに対して非妥協的な措置を検討することは正しくない、と。
§4.24.7καὶ γὰρ ἄτοπον τὸν μὲν πατέρα πολεμίων ὄντων κρατήσαντα μηδὲν ποιῆσαι δεινόν, αὐτὸν δʼ ἐφʼ οὕτω μικρᾶς αἰτίας ἀνήκεστόν τι βουλεύεσθαι περὶ αὐτῶν.
なぜなら、養父が彼らが敵であった時に彼らを征服しながらも、いかなる過酷な処置も行わなかったのに対し、自分自身がこれほど軽微な理由に基づいて、彼らについて何か取り返しのつかない決定を下すということは不条理であるからである。
§4.24.8ἐπικυρωθείσης δὲ ταύτης τῆς γνώμης, ὅτι δεῖ παριδεῖν τὸ γεγονός, εὐθέως ὁ βασιλεὺς Πετραῖον τῶν αὑτοῦ φίλων ἅμα τοῖς περὶ τὸν Ὠμίαν ἐξαπέστελλε παρακαλέσοντα τοὺς πολλοὺς ἀντέχεσθαι τῆς πρὸς αὑτὸν καὶ Μακεδόνας εὐνοίας, ἅμα δὲ δώσοντα καὶ ληψόμενον τοὺς ὅρκους περὶ συμμαχίαν.
そして、起きた事態を不問に付すべきであるというこの意見が承認されると、すぐさま王は、自身の友人の一人であるペトライオスをオミアスたちとともに派遣し、民衆に対して自分自身およびマケドニア人への好意を維持するよう求めるとともに、同盟に関する誓いを交わさせようとした。
§4.24.9αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας προῆγε πάλιν ὡς ἐπὶ Κορίνθου, καλὸν δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως τοῖς συμμάχοις ἐκτιθέμενος ἐν τῇ πρὸς τοὺς Λακεδαιμονίους ἀποφάσει.
彼自身は軍とともに陣地を引き払い、再びコリントスの方へと進軍し、ラケダイモン人に対するこの決定において、同盟者たちに対して自らの基本方針の優れた実例を示した。