Humanitext Reader

波利比奥斯 · 历史 §4.24.1-4.24.9

对斯巴达的宽大处置与腓力进军科林斯

第 301 段,共 1311 段 · 希腊语

内容简介

腓力王在评议会结束时决定对拉刻代蒙人采取宽大处理,作者暗示这一建言实际来自阿拉图斯。随后,王派遣使节去交换誓言,并向科林斯进军。

§4.24.1φίλοις.
亲信。
ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασιλέως λέγειν τὰς τότε γνώμας· οὐ γὰρ εἰκὸς ἑπτακαιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγμάτων διευκρινεῖν. §4.24.2ἀλλʼ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνατιθέναι τοῖς προεστῶσι τῶν ὅλων· τοὺς μέντοι γʼ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συνόντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις·
然而,王在所有人之后(如果应该将当时的意见归于王的话;因为一个十七岁的少年不太可能对如此重大的事务做出评断)说道:但对于我们这些历史撰写者来说,将决定审议的意见归于整体的领导者是合适的;然而,读者自身应当意会到,此类提议和见解很可能来自其身边的同伴,尤其是最亲近的人。
§4.24.3ὧν Ἀράτῳ τις ἐπιεικέστατʼ ἂν προσάπτοι τὴν τότε ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην.
在这些人中,人们最合情合理地可以将王当时所表达的意见归功于阿拉图斯。
§4.24.4ὁ γὰρ Φίλιππος τὰ μὲν κατʼ ἰδίαν τῶν συμμάχων εἰς αὑτοὺς ἀδικήματα καθήκειν ἔφησεν αὑτῷ μέχρι λόγου καὶ γραμμάτων διορθοῦν καὶ συνεπισημαίνεσθαι, §4.24.5τὰ δὲ πρὸς τὴν κοινὴν ἀνήκοντα συμμαχίαν, ταῦτʼ ἔφη μόνα δεῖν κοινῆς ἐπιστροφῆς καὶ διορθώσεως τυγχάνειν ὑπὸ πάντων.
因为腓力表示,同盟者内部相互之间的私人过错,属于他通过言词和信件加以纠正和警告的范围,但唯有涉及共同盟约的事项,才应当受到所有人的共同关注和纠正。
§4.24.6Λακεδαιμονίων δὲ μηδὲν εἰς τὴν κοινὴν συμμαχίαν ἐκφανὲς ἡμαρτηκότων, ἐπαγγελλομένων δὲ πάντα καὶ ποιεῖν τὰ δίκαια πρὸς ἡμᾶς, οὐ καλῶς ἔχον εἶναι τὸ βουλεύεσθαί τι περὶ αὐτῶν ἀπαραίτητον· §4.24.7καὶ γὰρ ἄτοπον τὸν μὲν πατέρα πολεμίων ὄντων κρατήσαντα μηδὲν ποιῆσαι δεινόν, αὐτὸν δʼ ἐφʼ οὕτω μικρᾶς αἰτίας ἀνήκεστόν τι βουλεύεσθαι περὶ αὐτῶν.
既然拉刻代蒙人对共同盟约没有犯下明显的过错,并且承诺对我们履行一切正义的义务,那么对他们做出任何毫不留情的决定都是不妥当的;因为,他的养父在他们身为敌人时击败了他们,却未施加任何严厉的惩罚,而他自己却因如此微不足道的理由,对他们做出无法挽回的决定,这是极其荒谬的。
§4.24.8ἐπικυρωθείσης δὲ ταύτης τῆς γνώμης, ὅτι δεῖ παριδεῖν τὸ γεγονός, εὐθέως ὁ βασιλεὺς Πετραῖον τῶν αὑτοῦ φίλων ἅμα τοῖς περὶ τὸν Ὠμίαν ἐξαπέστελλε παρακαλέσοντα τοὺς πολλοὺς ἀντέχεσθαι τῆς πρὸς αὑτὸν καὶ Μακεδόνας εὐνοίας, ἅμα δὲ δώσοντα καὶ ληψόμενον τοὺς ὅρκους περὶ συμμαχίαν.
这一意见——即应当宽恕所发生的事——获得批准后,王立即派遣其亲信之一的佩特赖乌斯与奥米亚斯一行同行,劝说民众保持对自身和马其顿人的善意,同时进行关于盟约的宣誓与接受誓言。
§4.24.9αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας προῆγε πάλιν ὡς ἐπὶ Κορίνθου, καλὸν δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως τοῖς συμμάχοις ἐκτιθέμενος ἐν τῇ πρὸς τοὺς Λακεδαιμονίους ἀποφάσει.
他自己则率领军队拔营,再次向科林斯方向进军,在对拉刻代蒙人的决定中,向盟友展示了他自身政治方针的极佳范例。

词汇与语法注释

  1. §4.24.1ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν — ἐπὶ πᾶσιν 意为“在所有人之后”或“在所有这些意见之后”(承接前文 §4.23.8-9 的争论)。主动词(如 ἔφη 或 ἀπεφήνατο)在文脉中被省略,需自行补充。
  2. §4.24.2τὰς κυρούσας τὰ διαβούλια γνώμας — 现在分词 κυρούσας 为阴性复数宾格,修饰 γνώμας,意为“决定(确定)审议(τὰ διαβούλια)的意见”。在主句的宾格不定式结构中充当 ἀνατιθέναι 的宾语。
  3. §4.24.3ὧν — 关系代词的复数属格形式,其先行词是指代前文(§4.24.2)中侧近和近臣的 `τῶν συνόντων` 及 `τῶν παρακειμένων`。作部分属格用,译为“在他们(侧近们)之中”。
  4. §4.24.6οὐ καλῶς ἔχον εἶναι — οὐ καλῶς ἔχον 为非人称的宾格绝对 (or 带分词的非人称表达),后接不定式 εἶναι,整体在以 §4.24.4 中的 ἔφη 为主导的间接引语(不定式结构)中起作用。
  5. §4.24.7τὸν μὲν πατέρα... αὐτὸν δʼ — 由非人称形容词 ἄτοπον(省略了 εἶναι)引导的“宾格主语+不定式”的双重对比结构。前半部分宾格主语 τὸν μὲν πατέρα(养父安提柯)对应的不定式是 ποιῆσαι,后半部分宾格主语 αὐτὸν δʼ(腓力本人)对应的不定式是 βουλεύεσθαι。

引用这一段

波利比奥斯, 历史 §4.24.1-4.24.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.24.1-4.24.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。