§4.20.1ἐπειδὴ δὲ κοινῇ τὸ τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπʼ ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν,
アルカディア人の国は全体として、すべてのギリシア人の間で、徳に関してある種の評判を得ており、それは彼らの習慣や生活におけるもてなしの精神や人間味のためだけでなく、何よりも神に対する敬虔さのためである。
§4.20.2ἄξιον βραχὺ διαπορῆσαι περὶ τῆς Κυναιθέων ἀγριότητος, πῶς ὄντες ὁμολογουμένως Ἀρκάδες τοσοῦτο κατʼ ἐκείνους τοὺς καιροὺς διήνεγκαν τῶν ἄλλων Ἑλλήνων ὠμότητι καὶ παρανομίᾳ.
それゆえ、キュナイタ人の野蛮さについて、彼らが間違いなくアルカディア人でありながら、当時どのようにして他のギリシア人からこれほどかけ離れて残虐非道で無法であったのか、少し考察してみる価値がある。
§4.20.3δοκοῦσι δέ μοι, διότι τὰ καλῶς ὑπὸ τῶν ἀρχαίων ἐπινενοημένα καὶ φυσικῶς συντεθεωρημένα περὶ πάντας τοὺς κατοικοῦντας τὴν Ἀρκαδίαν, ταῦτα δὴ πρῶτοι καὶ μόνοι τῶν Ἀρκάδων ἐγκατέλιπον.
私の思うに、それは彼らが、古代の人々によってアルカディアのすべての居住者に関して見事に考案され、自然の理にかなうように熟考された事柄を、アルカディア人の中で真っ先に、かつ唯一、放棄したからである。
μουσικὴν γάρ, §4.20.4τήν γʼ ἀληθῶς μουσικήν, πᾶσι μὲν ἀνθρώποις ὄφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον.
なぜなら、音楽は、まさに真の意味での音楽は、すべての人々にとって修練することが有益であるが、アルカディア人にとっては不可欠なものでもある。
οὐ γὰρ ἡγητέον μουσικήν, §4.20.5ὡς Ἔφορός φησιν ἐν τῷ προοιμίῳ τῆς ὅλης πραγματείας, οὐδαμῶς ἁρμόζοντα λόγον αὑτῷ ῥίψας, ἐπʼ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις, §4.20.6οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, §4.20.7οὐδὲ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον παισὶν οὖσιν, ἀλλὰ καὶ νεανίσκοις γενομένοις ἕως τριάκοντʼ ἐτῶν κατʼ ἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτάτους.
というのも、音楽が、エポロスがその全歴史の序文において、彼らしくもない場違いな意見を口にして主張しているように、人々を欺き欺瞞にかけるために導入されたと考えてはならないし、また、古代のクレタ人やラケダイモン人が、喇叭の代わりに縦笛とリズムを戦争に導入したのが無駄であったと考えるべきでもないし、また、最初のアルカディア人たちが、音楽をその国制全体にこれほど取り入れ、彼らが他の生活習慣においては極めて厳格であったにもかかわらず、ただ子供の時だけでなく、三十歳に達する青年になっても、音楽を否応なく分かち難い伴侶とさせるまでに至ったことを、無駄であったとみなしてはならないからである。
§4.20.8ταῦτα γὰρ πᾶσίν ἐστι γνώριμα καὶ συνήθη, διότι σχεδὸν παρὰ μόνοις Ἀρκάσι πρῶτον μὲν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμους τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι·
なぜなら、以下のことはすべての人にとって知られており馴染み深いことだからである。 すなわち、ほとんどアルカディア人においてのみ、第一に、子供たちが幼少期から、それぞれの地域において先祖代々の慣習に従って現地の英雄や神々を讃えるための、伝統的な讃歌やパイアンを規範に従って歌うことに慣らされること。
§4.20.9μετὰ δὲ ταῦτα τοὺς Φιλοξένου καὶ Τιμοθέου νόμους μανθάνοντες πολλῇ φιλοτιμίᾳ χορεύουσι κατʼ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν λεγομένους.
そしてその後に、彼らはピロクセノスやティモテオスの旋律を学び、大いなる競い合いの精神をもって、毎年劇場でディオニュソス祭の笛奏者たちに合わせて合唱舞踊を行い、子供たちは子供の競技を、青年たちは、いわゆる大人の競技を行うこと。
§4.20.10ὁμοίως γε μὴν καὶ παρʼ ὅλον τὸν βίον τὰς ἀγωγὰς τὰς ἐν ταῖς συνουσίαις οὐχ οὕτως ποιοῦνται διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς διʼ αὑτῶν, ἀνὰ μέρος ᾄδειν ἀλλήλοις προστάττοντες.
同様に、生涯を通じて、彼らは会合での娯楽を、外部から連れてきた出し物によって行うのではなく、自分たち自身で行い、互いに順番に歌うことを求め合うこと。
§4.20.11καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γινώσκειν οὐδὲν αἰσχρὸν ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὔτʼ ἀρνηθῆναι δύνανται διὰ τὸ κατʼ ἀνάγκην πάντας μανθάνειν, οὔθʼ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρʼ αὐτοῖς νομίζεσθαι τοῦτο.
また、他の学習事項については何かを知らないと断ることを何ら恥とはみなさないが、歌については、誰もが強制的に学ぶために断ることができず、また歌えることを認めながらもそれを辞退することは、彼らの間で恥ずべきこととみなされているため、辞退することもできないこと。
§4.20.12καὶ μὴν ἐμβατήρια μετʼ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δʼ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατʼ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αὑτῶν πολίταις
さらに、彼らは笛と隊列に合わせて進軍歌を練習し、さらに共同の指導と費用の負担のもとで合唱舞踊を入念に練習し、毎年劇場で自らの市民たちに披露すること。