Humanitext Reader

ポリュビオス · 歴史 §4.15.1-4.15.11

アカイア同盟の対抗策とアイトリアの外交

292 / 1311 箇所 · ギリシア語

要旨

アカイア人は同盟国に使節を送りメッセニア人を同盟に加えるなどの対策を決議し、一方のアイトリア人はアカイア人とメッセニア人の同盟関係を妨害するための不条理な外交方針を決定した。

§4.15.1ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα·
アカイア人たちが決議したことは次の通りであった。
πρεσβεύειν πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶνας, §4.15.2Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθʼ ὅπλων ἤδη δὶς εἰσβεβληκότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐτοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν,
すなわち、エイペイロス人、ボイオティア人、ポーキス人、アカールナーニア人、そしてフィリッポスのもとへ使節を派遣し、アイトリア人がいかにして条約に反し、すでに二度も武装してアカイアに侵入したかを明白に伝えること、また、協定に従って援助するよう彼らに求めること、さらにメッセニア人をも同盟に受け入れること。
§4.15.3τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν·
また、将軍はアカイア人の中から歩兵五千、騎兵五百を選抜し、もしアイトリア人が彼らの領土に侵入するならば、メッセニア人を援助すること。
§4.15.4συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρʼ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας.
さらに、ラケダイモン人およびメッセニア人とも合意を形成し、共通の必要のために、両者からどれほどの歩兵と騎兵が提供されるべきかを取り決めること。
δοξάντων δὲ τούτων, §4.15.5οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν,
これらが決議されると、アカイア人たちは起きたことを気高く耐え忍び、メッセニア人をも自分たちの企図をも見捨てることはなく、同盟国に派遣された使節たちはその任務を遂行した。
§4.15.6ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρʼ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους,
将軍は決議に従ってアカイアからの兵を選抜し、ラケダイモン人およびメッセニア人とは、双方からそれぞれ歩兵二千五百、騎兵二百五十を供出することを取り決めた。
§4.15.7ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους.
その結果、その後に生じる必要のための全軍勢は、歩兵一万、騎兵一千となる。
οἱ δʼ Αἰτωλοί, §4.15.8παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους·
一方、アイトリア人は、定例の民会が招集されると、集まって、ラケダイモン人、メッセニア人、およびその他のすべての人々と平和を維持することを決議した。 これは悪だくみによるものであり、アカイア人の同盟国を離反させ、害することを望んだからであった。
§4.15.9πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον.
しかし、アカイア人自身に対しては、もし彼らがメッセニア人との同盟から離脱するなら平和を維持し、そうでないなら戦争をすることに決した。 これは何よりも不条理なことであった。
§4.15.10ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον· εἰ δʼ ἔχθραν ἕλοιντο πρὸς τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ μόνας,
なぜなら、彼ら自身がアカイア人とメッセニア人の双方の同盟者でありながら、もしこの両者が互いに友好と同盟を維持するなら、アカイア人に戦争を宣言し、他方、もし彼らがメッセニア人に対して敵意を選択するなら、彼ら(アカイア人)だけと平和を結ぼうとしたからである。
§4.15.11ὥστε μηδʼ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐτῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων.
その結果、彼らの試みの常軌を逸していることのゆえに、彼らの不義はいかなる合理的な説明をも受け入れないほどであった。

語釈・文法注

  1. §4.15.1πρεσβεύειν — この不定詞およびこれに続く一連の不定詞(διασαφεῖν, παρακαλεῖν, προσδέξασθαι, ἐπιλέξαι, βοηθεῖν, συντάξασθαι)は、文頭の主語である中性複数名詞化分詞 `τὰ δόξαντα`(決議されたこと)の具体的内容を記述する名詞的用法の不定詞であり、不完全過去動詞 `ἦν` の補語として機能している。
  2. §4.15.10εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν — 条件節(εἰ + 希求法)と主節の未完了過去(ἐπήγγελλον, ἐποίουν)の組み合わせは、過去における反復的条件(一般条件)を示すか、あるいはアイトリア人が決議を採択した当時の思考・意図(「もし彼らが友好関係を維持するなら…」)を間接話法的に表現したものである。

この箇所を引用する

ポリュビオス, 歴史 §4.15.1-4.15.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.15.1-4.15.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。