§4.14.1λίππου τοῦ βασιλέως.
-リッポス王の。
τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον γεγονότα τοῦ προειρημένου συμπτώματος.
さて、アカイア人の大衆は、数日後に定例の集会に集まると、公私ともにアラトスに対して激しい敵意を抱いた。 彼が、異口同音に、前述の災難の原因であると見なされたからである。
§4.14.2διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος.
このため、政敵たちが彼を告発し、明瞭な根拠を提示するにつれて、民衆はいっそう憤慨し、激高した。
§4.14.3ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολλάκις αὑτῷ διεσφαλμένῳ·
というのも、第一の明白な過失は、まだ自身の任期が始まっていないにもかかわらず、他人の任期を先取りして、彼自身がこれまでに何度も失敗を重ねてきたことを自覚しているような任務を引き受けたことと思われたからである。
§4.14.4δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον·
第二に、これより大きな過失は、アイトリア人がペロポネソスの中央にまだ留まっている間にアカイアの軍勢を解散させたことであり、ましてやスコパスやドリマコスの徒が現状を打破し、戦争を引き起こそうと急いでいることをあらかじめ察知していたのにもかかわらずそうしたことである。
§4.14.5τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετʼ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν·
第三に、何ら差し迫った必要もないのに、これほど少数の兵で敵と交戦したことであり、安全に隣接する諸都市へ退却し、アカイア人を集結させた上で、もしそれがどうしても有益だと判断されたなら、その時に敵と戦うこともできたはずだからである。
§4.14.6τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν διʼ αὐτῶν τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιήσασθαι τὸν κίνδυνον, οἷς οὐδὲν ἦν τούτου προυργιαίτερον οὐδʼ οἰκειότερον.
最後にして最大の過失は、戦うことを決めたにもかかわらず、かくも無計画かつ無分別に事に対処したため、平原と重装歩兵の有用性を放棄し、軽装歩兵だけで山岳地帯においてアイトリア人と戦闘を行ったことであり、彼らにとってこれ以上に都合が良く、得意な状況はなかったのである。
§4.14.7οὐ μὴν ἀλλʼ ἅμα τῷ προελθόντα τὸν Ἄρατον ἀναμνῆσαι μὲν τῶν προπεπολιτευμένων καὶ πεπραγμένων πρότερον αὑτῷ, φέρειν δʼ ἀπολογισμοὺς περὶ τῶν ἐγκαλουμένων ὡς οὐ γέγονεν αἴτιος τῶν συμβεβηκότων, αἰτεῖσθαι δὲ συγγνώμην, εἰ καί τι παρεώρακε κατὰ τὸν γενόμενον κίνδυνον, οἴεσθαι δὲ δεῖν καὶ καθόλου σκοπεῖσθαι τὰ πράγματα μὴ πικρῶς, §4.14.8ἀλλʼ ἀνθρωπίνως, οὕτως ταχέως καὶ μεγαλοψύχως μετεμελήθη τὸ πλῆθος ὥστε καὶ τοῖς συνεπιτιθεμένοις αὐτῷ τῶν ἀντιπολιτευομένων ἐπὶ πολὺ δυσαρεστῆσαι καὶ περὶ τῶν ἑξῆς πάντα βουλεύεσθαι κατὰ τὴν Ἀράτου γνώμην.
しかしながら、アラトスが前に進み出て、以前に自分が国家のために行い、成し遂げたことを思い起こさせ、非難されていることについて、自分がその出来事の原因ではないとする弁明を提示し、たとえ戦闘中に何らかの落ち度があったとしても寛恕を乞い、また、全体として事態を厳しくではなく、寛大に評価すべきであると主張すると、民衆は即座にかつ寛大にも悔い改めたため、アラトスを糾弾していた政敵たちに大いに不満を抱くようになり、以後のことについてはすべてアラトスの意見に従って決定することになった。
ταῦτα μὲν οὖν εἰς τὴν προτέραν ἔπεσεν ὀλυμπιάδα, §4.14.9τὰ δʼ ἑξῆς εἰς τὴν τετταρακοστὴν ἐπὶ ταῖς ἑκατόν.
これらの出来事は、前のオリンピア紀に属するが、その後に続く出来事は、第140オリンピア紀に属する。