§4.15.1ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πρεσβεύειν πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶνας, §4.15.2Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθʼ ὅπλων ἤδη δὶς εἰσβεβληκότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐτοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν, §4.15.3τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν· §4.15.4συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρʼ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας.
阿开亚人决议的内容如下:派使节前往伊庇鲁斯人、波奥蒂亚人、福基斯人、阿卡纳尼亚人,以及腓力那里,明示埃托利亚人如何违反条约,已经两次武装入侵阿开亚,并请求他们按照协定予以援助,同时也将麦塞尼亚人接纳进同盟;并由阿开亚人的将军选拔步兵五千人、骑兵五百人,若埃托利亚人侵入其领土,则援助麦塞尼亚人;并且还要与拉刻代蒙人和麦塞尼亚人协商,为共同的需要,双方各应提供多少骑兵和步兵。
δοξάντων δὲ τούτων, §4.15.5οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν, §4.15.6ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρʼ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους, §4.15.7ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους.
这些事情决定之后,阿开亚人高尚地承受了所发生的一切,既没有放弃麦塞尼亚人,也没有放弃自己的意图;而被派往盟国的使节们则执行了他们的使命,将军则根据决议选拔阿开亚本国的士兵,并与拉刻代蒙人和麦塞尼亚人约定,双方各提供步兵二千五百人、骑兵二百五十人,从而使应对随后需要的总兵力达到步兵一万人、骑兵一千人。
οἱ δʼ Αἰτωλοί, §4.15.8παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους· §4.15.9πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον.
而埃托利亚人,当他们的例行大会召开时,聚集在一起并决议与拉刻代蒙人、麦塞尼亚人及所有其他人保持和平,这出于他们的险恶用心,企图分化并损害阿开亚人的盟友;但对于阿开亚人自身,他们投票决定,如果阿开亚人退出与麦塞尼亚人的同盟,则保持和平,否则就进行战争,这是所有事情中最不讲理的。
§4.15.10ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον· εἰ δʼ ἔχθραν ἕλοιντο πρὸς τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ μόνας, §4.15.11ὥστε μηδʼ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐτῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων.
因为他们自己既是阿开亚人又是麦塞尼亚人的盟友,如果这两者互相保持友好和同盟,他们就对阿开亚人宣战;但如果阿开亚人选择与麦塞尼亚人为敌,他们就单独与阿开亚人媾和,以至于由于他们企图的异常,他们的不义甚至无法用常理来衡量。