§4.16.1οἱ δʼ Ἠπειρῶται καὶ Φίλιππος ὁ βασιλεὺς ἀκούσαντες τῶν πρέσβεων τοὺς μὲν Μεσσηνίους εἰς τὴν συμμαχίαν προσέλαβον,
エイペイロス人たちとフィリッポス王は、使節たちの言葉を聞くと、メッセニア人たちを同盟に受け入れた。
§4.16.2ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς.
そして、アイトリア人によって行われたことに対して直ちには憤慨したものの、それ以上に驚くことはなかった。 意外なことは何もなく、アイトリア人たちがいつもの慣習に属することを行ったにすぎないと考えたからである。
§4.16.3διόπερ οὐδʼ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλʼ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν πρὸς αὐτούς·
それゆえ彼らはそれ以上怒ることもせず、彼らと平和を維持することに決議した。
οὕτως ἡ συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς σπανίου καὶ παραδόξου πονηρίας.
このように、絶え間ない不義は、稀で不意に生じる悪行よりも、むしろ許しを得やすいのである。
§4.16.4Αἰτωλοὶ γοῦν τούτῳ τῷ τρόπῳ χρώμενοι, καὶ λῃστεύοντες συνεχῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέροντες πολλοῖς, οὐδʼ ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας, ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων ἢ καὶ νὴ Δία τῶν μελλόντων.
実際、アイトリア人はこのような手段を用い、絶えずギリシアを略奪し、多くの人々に対して宣戦布告なき戦争を仕掛け、非難する者たちに対してはもはや弁明することすら値するものとせず、むしろ、もし誰かが過去の、あるいはそれどころか将来の出来事について彼らを裁判に呼び出そうものなら、あざ笑うことさえした。
§4.16.5οἱ δὲ Λακεδαιμόνιοι, προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν διʼ ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν.
一方、ラケダイモン人は、最近アンティゴノスとアカイア人の献身によって解放されたばかりであり、マケドニア人とフィリッポスに対して敵対するようなことは一切行うべきではなかったにもかかわらず、アイトリア人に秘密裏に使節を送り、内密に友好と同盟を結んだ。
§4.16.6ἤδη δʼ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος ὁ Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς Ῥωμαίους συνθήκας.
アカイア人の若者たちがすでに選抜され、ラケダイモン人とメッセニア人の援助のために組織されていた時、スケルディライダスとパロスのデメトリオスは共同して、ローマ人との条約に反し、九十隻の快速船を率いてリッソスを越えてイリュリアから出帆した。
§4.16.7οἳ τὸ μὲν πρῶτον τῇ Πύλῳ προσμίξαντες καὶ ποιησάμενοι προσβολὰς ἀπέπεσον·
彼らは、最初はピュロスに接近して攻撃を加えたが、退けられた。
§4.16.8μετὰ δὲ ταῦτα Δημήτριος μὲν ἔχων τοὺς πεντήκοντα τῶν λέμβων ὥρμησεν ἐπὶ νήσων, καὶ περιπλέων τινὰς μὲν ἠργυρολόγει, τινὰς δʼ ἐπόρθει τῶν Κυκλάδων·
その後、デメトリオスは快速船のうちの五十隻を率いて諸島へ向かい、巡航しながらキクラデス諸島のある島々からは金をゆすり取り、他の島々を略奪した。
§4.16.9Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ.
一方、スケルディライダスは故郷へ向かうかのように航路をとっていたが、アタマネス人の王であり、たまたま彼の姻戚であったアミュナスに説得されて、四十隻の快速船を率いてナウパクトスへと向かった。
§4.16.10ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς διʼ Ἀγελάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν.
そして、アゲラオスを介してアイトリア人と戦利品の分配に関する協定を結ぶと、アイトリア人とともに共同でアカイアへ侵入することを約束した。
§4.16.11συνθέμενοι δὲ ταῦτα πρὸς τὸν Σκερδιλαΐδαν οἱ περὶ τὸν Ἀγέλαον καὶ Δωρίμαχον καὶ Σκόπαν, πραττομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως, συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐνέβαλον εἰς
アゲラオスやドリマコス、スコパスらは、スケルディライダスとこれらのことを合意すると、キュナイタ人たちの都市が彼らに内通されようとしていたため、アイトリア人を総動員して招集し、[アカイア]へと侵入した。