§4.14.1λίππου τοῦ βασιλέως.
-力国王。
τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον γεγονότα τοῦ προειρημένου συμπτώματος.
几天后,阿开亚人的大众聚集在例行的集会上,无论是公开还是私下,都对阿拉托斯怀有强烈的敌意,因为大家公认他是上述灾难的罪魁祸首。
§4.14.2διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος.
因此,随着他的政敌们对他提出指控并出示明确的证据,大众变得更加愤怒和激愤。
§4.14.3ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολλάκις αὑτῷ διεσφαλμένῳ· §4.14.4δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον· §4.14.5τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετʼ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν· §4.14.6τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν διʼ αὐτῶν τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιήσασθαι τὸν κίνδυνον, οἷς οὐδὲν ἦν τούτου προυργιαίτερον οὐδʼ οἰκειότερον.
因为,第一个显而易见的错误似乎是,在他自己的任期尚未开始之前,他就抢先占用了他人的时机,承担起这些行动,而在这些行动中,他自己也深知自己曾多次失败;第二个且比这更大的错误是,在埃托利亚人仍处于伯罗奔尼撒半岛中部的紧要关头,他却解散了阿开亚人的军队,尤其是他早已预料到斯科帕斯和多里马科斯及其追随者正急于打破现状并挑起战争;第三个错误是,在没有任何紧迫必要的情况下,用如此少的兵力与敌人交战,而他本可以安全地撤退到邻近的城市,集结阿开亚人,然后如果他认为这完全有利的话,再与敌人交战;最后也是最大的错误是,既然决定交战,却在处理事情时如此草率和盲目,以至于放弃了平原和重装步兵的用武之地,在山麓地带仅凭轻装步兵与埃托利亚人决战,而对埃托利亚人来说,没有比这更重要、更适合他们的了。
§4.14.7οὐ μὴν ἀλλʼ ἅμα τῷ προελθόντα τὸν Ἄρατον ἀναμνῆσαι μὲν τῶν προπεπολιτευμένων καὶ πεπραγμένων πρότερον αὑτῷ, φέρειν δʼ ἀπολογισμοὺς περὶ τῶν ἐγκαλουμένων ὡς οὐ γέγονεν αἴτιος τῶν συμβεβηκότων, αἰτεῖσθαι δὲ συγγνώμην, εἰ καί τι παρεώρακε κατὰ τὸν γενόμενον κίνδυνον, οἴεσθαι δὲ δεῖν καὶ καθόλου σκοπεῖσθαι τὰ πράγματα μὴ πικρῶς, §4.14.8ἀλλʼ ἀνθρωπίνως, οὕτως ταχέως καὶ μεγαλοψύχως μετεμελήθη τὸ πλῆθος ὥστε καὶ τοῖς συνεπιτιθεμένοις αὐτῷ τῶν ἀντιπολιτευομένων ἐπὶ πολὺ δυσαρεστῆσαι καὶ περὶ τῶν ἑξῆς πάντα βουλεύεσθαι κατὰ τὴν Ἀράτου γνώμην.
然而,当阿拉托斯走上前来,提醒他们自己过去的政治功绩和先前的成就,并对指控提出辩护,说明自己并非所发生事件的起因,且请求宽恕——如果他在所发生的危险中确实有所疏忽的话——并认为应当总体上不以苛刻的态度看待这些事情,而是以宽容的态度来看待,大众便如此迅速且宽宏大量地改变了心意,以至于他们对那些联合起来攻击他的政敌感到极大的不满,并决定此后的一切事务都按照阿拉托斯的意见来商议。
ταῦτα μὲν οὖν εἰς τὴν προτέραν ἔπεσεν ὀλυμπιάδα, §4.14.9τὰ δʼ ἑξῆς εἰς τὴν τετταρακοστὴν ἐπὶ ταῖς ἑκατόν.
这些事件发生在前一个奥林匹亚纪,而接下来的事件则属于第一百四十个奥林匹亚纪。