§39.5.1ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα [καὶ] τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν.
十人の使節はこれらの事柄を六ヶ月の間に処理すると、春の季節が始まるところでイタリアへと出帆した。 彼らはすべてのギリシア人に、ローマ人の意図の優れた見本を残していったのである。
§39.5.2ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπορευθῆναι καὶ περὶ ὧν οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ τοῖς νόμοις.
彼らは出発するにあたって、ポリュビオスに対し、諸都市を巡回し、人々が疑念を抱いている事柄について裁決して解決を与えるようにと命じた。 それは、彼らが新たな国制と法律に慣れるまでの間であった。
§39.5.3ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς λόγον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν καὶ μηδὲν ἀπόρημα μήτε κατʼ ἰδίαν μήτε κατὰ κοινὸν ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός.
そしてまさにそのことが、しばらくの時間ののちに、道理に適った形で人々が与えられた国制に愛着を持つようにし、いかなる事柄についても、私的にも公的にも法律に起因する紛執が一切生じないようにした。
§39.5.4διὸ καὶ καθόλου μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πράξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μεταλλάξαντα.
それゆえギリシア人たちは、当初から総じてこの人物を受け入れ、敬意を払っていたが、特にこの最後の時期と前述の行為において彼に深く感謝したことで、諸都市において、存命中も、また亡くなったのちも、あらゆるやり方で彼に最大の栄誉を授けて称えた。
§39.5.5πάντες δʼ ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάντα ἦν καὶ πολλῆς γέμοντα ταραχῆς. §39.5.6διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν προειρημένων. —
そして誰もが、彼らがこのようにするのは当然であると判断した。というのも、もしこの人物が共同の司法管轄に関する諸法律を起草し、成文化していなかったならば、すべては未解決のままであり、多大なる混乱に満ちていたであろうからである。それゆえ、これこそが、前述のすべての事柄の中でも、ポリュビオスによって成し遂げられた最も素晴らしい事績であると見なすべきである。