§39.5.1ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα [καὶ] τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν.
十位使节在六个月内处理完这些事务后,正值春季伊始,便乘船返回意大利,给所有希腊人留下了罗马人优良意图的极佳范例。
§39.5.2ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπορευθῆναι καὶ περὶ ὧν οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ τοῖς νόμοις.
在启程之际,他们嘱托波利比乌斯巡视各城市,并对人们产生疑问的事情进行裁决与澄清,直到他们熟悉这套新政体和法律为止。
§39.5.3ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς λόγον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν καὶ μηδὲν ἀπόρημα μήτε κατʼ ἰδίαν μήτε κατὰ κοινὸν ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός.
这在一段时间之后,确实使人们合理地热爱并接受了所赋予的政体,并使得无论在私下还是公共事务中,都没有因法律而对任何事情产生任何纠纷。
§39.5.4διὸ καὶ καθόλου μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πράξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μεταλλάξαντα.
因此,虽然他们从一开始就普遍接纳并尊敬此人,但在最后这一时期以及由于前述的行为,他们对他充满了感激,因而在各个城市中,无论是在他生前还是逝世后,都以各种方式用最高的荣誉来推崇他。
§39.5.5πάντες δʼ ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάντα ἦν καὶ πολλῆς γέμοντα ταραχῆς.
所有人也都认为这样做是理所当然的;因为如果不是由他制定并撰写了关于公共司法管辖的法律,一切事物都会悬而未决,且充满了极大的混乱。
§39.5.6διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν προειρημένων. —
因此,这必须被视为波利比乌斯在上述所有功绩中所成就的最为辉煌的一件。