§39.1.1ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν ἐπισημασίας ἀπεντεῦθεν.
アウルス・ポストゥミウスが、これ以降、注目に値する人物となったことについて。
§39.1.2οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως.
というのも、彼は家柄も血統も第一流であったが、自身の気質においては、際立っておしゃべりで、饒舌で、自慢屋であったからである。
§39.1.3ἐπιθυμήσας δʼ εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε διʼ ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων,
彼は幼少期からただちにギリシアの教育と言語を熱望し、これらに深く浸り、極端に溺れた。 その結果、彼のせいでギリシアの趣味そのものがローマ人の長老たちや最も名誉ある人々に対して不快感を与えるほどになった。
§39.1.4τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας.
最後には、詩を書くことや、実用的な歴史の執筆にまで着手したが、その歴史書の序文の中で、彼は読者たちに対し、自分がローマ人であるためにギリシア語や、叙述の構成の扱いを十分にこなせなくても、容赦してくれるよう懇願した。
§39.1.5πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κάτων·
彼に対して、マルクス・ポルキウス・カトは適切に応答したように思われる。
θαυμάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν.
というのも、カトは、彼がどのような理由でそのような釈明をするのか不思議に思う、と言ったからである。
§39.1.6εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι·
もしアンフィクテュオネスの会議が彼に歴史を執筆することを命じたのであれば、おそらくこのようなことを持ち出して釈明する必要があっただろう。
§39.1.7μηδεμιᾶς δʼ ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψασθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν βαρβαρίζῃ, §39.1.8τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς.
しかし、何の強制もないのに自ら志願して執筆を引き受け、その上で、もし自分が不器用な言葉を使っても許してほしいと言い訳するのは、まったくの不条理の表れであり、それは、誰かが体育競技のボクシングやパンクラティオンに登録しておきながら、スタディオンに入場し、戦うべき時になってから、自分が労苦にも打撃にも耐えられなくても容赦してほしいと観客に懇願するのと同様に、無駄なことである。
§39.1.9δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν·
というのも、そのような者が嘲笑を買い、その場ですぐに制裁を受けるのは当然だからである。
ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος.
これこそ、そのような歴史家たちにも起こるべきことであった。 彼らが価値ある営みを軽々しく冒涜しないために。
§39.1.10παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν·
同様に、彼は他の生活においてもギリシア人の最悪な部分を模倣していた。
καὶ γὰρ φιλήδονος ἦν καὶ φυγόπονος.
というのも、彼は快楽を好み、労苦を避ける者だったからである。
§39.1.11τοῦτο δʼ ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων·
このことは、まさに当時の出来事から明らかになるだろう。
ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις, καθʼ ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου·
彼は、フォキスでの戦闘が起こっていた時期にギリシアの地に滞在していた最初の一人であったが、病気を口実にしてテバイへと退却し、危険を共にするのを避けたのである。
§39.1.12συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. —
そして、戦闘が終了すると、彼は元老院に対してその勝利について誰よりも早く手紙を書き、自分がその戦いに参加したかのように、詳細な状況を付け加えて報告したのである。