§39.1.1ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν ἐπισημασίας ἀπεντεῦθεν.
关于奥卢斯·波斯图米乌斯自此之后成为值得关注的人物之事。
§39.1.2οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως.
因为他出身于显赫的家族与门第,但就其个人天性而言,他极其贫嘴、多舌且自夸。
§39.1.3ἐπιθυμήσας δʼ εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε διʼ ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων,
他从小就热切渴望希腊式的教育与语言,溺于其中,甚至到了过度的地步,以至于因为他,希腊式的风尚甚至引起了罗马的长老们和最显赫人士的极度反感。
§39.1.4τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας.
最后,他甚至着手创作诗歌和实用历史,并在其序言中请求读者宽恕,如果他作为一个罗马人,无法完全掌握希腊语言及其写作结构的处理。
§39.1.5πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κάτων· θαυμάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν.
对此,马尔库斯·波尔基乌斯·加图似乎做出了恰当的回应;因为他说,他很奇怪对方是出于什么理由做出这种请求宽恕的声明。
§39.1.6εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι· §39.1.7μηδεμιᾶς δʼ ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψασθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν βαρβαρίζῃ, §39.1.8τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς.
因为如果是由近邻同盟会议命令他撰写历史,或许还有必要提出这些托词并请求宽恕;但在毫无必要的情况下,自己主动申请撰写,却又请求人们在他使用粗鄙希腊语时予以宽恕,这完全是荒谬至极的表现,同样毫无用处,就像有人在体育竞技中报名参加拳击或潘克拉辛,走进赛场,到了该搏斗的时候,却请求观众宽恕,如果他既无法承受痛苦也无法承受打击。
§39.1.9δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος.
因为很显然,这样的人理所当然会招致嘲笑并在现场受到惩罚;而这正是此类历史学家也应该遭遇的,免得他们胆敢对高尚的事业肆意妄为。
§39.1.10παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν· καὶ γὰρ φιλήδονος ἦν καὶ φυγόπονος.
同样,在其余生中他也一味效仿希腊人最坏的部分;因为他耽于享乐、逃避劳苦。
§39.1.11τοῦτο δʼ ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις, καθʼ ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου· §39.1.12συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. —
而这一点从当时发生的事件本身就显而易见:当福基斯的战役发生时,他是最先在希腊各地现身的人,但他却以生病为借口退往底比斯,目的是为了不分担危险;然而战斗结束后,他却第一个写信给元老院报告胜利,并详细说明各部分细节,仿佛他自己也亲自参加了那些战斗一般。