§38.22.1ὁ δὲ Σκιπίων πόλιν ὁρῶν τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων·
一方スキピオは、まさにその時、ある都市が根底から究極の破滅へと終焉を迎えつつあるのを見て、涙を流し、敵のために公然と泣いているのが見て取れたと言われている。
§38.22.2ἐπὶ πολὺ δʼ ἔννους ἐφʼ ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτʼ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπʼ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους εἰπεῖν,
ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο.
また、長い間独りで深く考えに沈み、都市も民族もあらゆる帝国も、人間を運命が変化させるように変化せねばならないことを見抜き、かつては幸福な都市であったイリオスがこれを経験し、その後に最大となったアッシリア人、メディア人、ペルシア人の帝国、そして最も最近に輝きを放ったマケドニア人の帝国もまたこれを経験したのだと考えて、自ら進んでか、あるいはこの詩句が思わず口をついて出たのか、次のように言った。 「聖なるイリオスが滅びる日がいつか来るだろう、プリアモスも、そしてトネリコの槍を持つプリアモスの民も。
Πολυβίου δʼ αὐτὸν ἐρομένου σὺν παρρησίᾳ· §38.22.3καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος· ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα ἐς τἀνθρώπεια ἀφορῶν ἐδεδίει.
」そして、ポリュビオスが彼に率直に尋ねたとき―― というのも、彼は彼の教師でもあったからである――その言葉が何を意味するのかを尋ねると、スキピオは包み隠すことなく自分の祖国の名をはっきりと口にし、人間の諸事象を見つめつつ、まさにその祖国のために恐れを抱いていたのだ、と言われている。
καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει.
そして、これらのことをポリュビオス自身が直接聞いて記録しているのである。