Humanitext Reader

ポリュビオス · 歴史 §38.8.1-38.8.15

スキピオの講和条件提示とハスドルバルの言行不一致

1289 / 1311 箇所 · ギリシア語

要旨

ゴロサからハスドルバルの要求を聞いたスキピオは彼の不義をあざ笑うも、執政官交代を考慮して寛大な条件を提示する。しかし、ハスドルバルは悲劇の主人公のように大言壮語する一方で、市民が飢えるなか自らは飽食し恐怖支配を続けるなど、その著しい言行の不一致が描かれる。

§38.8.1τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος "ταῦτα μέλλων ἀξιοῦν" ἔφη "τοιαύτην καὶ τηλικαύτην ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐναπεδείξω καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβηκὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;
ゴロサが将軍に言われたことを伝えると、プブリウスは笑って言った。 「これほどの要求をしようとしながら、君は我が方の捕虜たちに対してあのような、そしてあれほど大きな不義をはたらき、いまや人間の掟をも破っておきながら、神々に希望を置くというのか。
§38.8.2"τοῦ δὲ βασιλέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι δεῖ συντέλειαν ἐπιτίθεσθαι τοῖς πράγμασι·
」しかし王は、スキピオにいくつかのことをさらに思い出させたいと望んでおり、とりわけ事態に決着をつけるべきであることを求めた。
§38.8.3χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πόνων·
というのも、不測の事態は別としても、執政官の交代がすでに近づいており、それを見据えねばならないと彼は言ったからである。 冬が先んじて到来し、別の者がやって来て、戦わずしてスキピオの労苦の栄誉を奪ってしまうことのないように、と。
§38.8.4καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατηγὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν καὶ φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν ἐξαγαγεῖν ἑκατὸν οὓς ἂν αἱρῆται.
そして、これらのことが語られている最中に、将軍はこれに注意を向け、彼自身、妻、子供たち、親族や友人の十の家に対して安全を保証し、さらにこれらに加えて、自身の財産から十タラントンを受け取り、望む使用人を百人連れ出すことを許可するよう伝えることを命じた。
§38.8.5ταῦτα μὲν οὖν ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν·
こうしてゴロサは、これらの寛大な条件を携えて、三日目にハスドルバルのもとへ向かった。
§38.8.6ὁ δὲ πάλιν ἐξεπορεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράννους πολύ τι προσοφείλειν.
ハスドルバルは再び、紫のマントを身にまとい、完全武装をして、大いなる威厳をもってゆっくりと歩み出てきたが、それは悲劇に登場する僭主たちでさえ彼に大いに及ばないほどであった。
§38.8.7ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδʼ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς.
彼はもともと肉付きが良かったが、そのときは腹も出ており、肌の色も不自然なほど赤黒く、まるで祝祭のために太らせた牛のように暮らしているかのようであって、誰も言葉で語り尽くすことのできないほどの、これほど大きくこれほど凄惨な災厄の指導者であるとは到底思えなかった。
§38.8.8οὐ μὴν ἀλλʼ ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην·
しかしながら、彼は王と会見し、将軍から提案された条件を聞くと、何度も自分の太ももを叩き、神々と運命を呼び求め、太陽がハスドルバルと、炎上する祖国を同時に目にするような日は決して来ないだろうと言い張った。
§38.8.9καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ.
思慮ある者たちにとっては、祖国とその炎こそが、美しい死装束となるのだから、と。
§38.8.10ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δʼ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν·
それゆえ、彼のこうした宣言に目を向けるときには、人はこの男とその言葉の気高さに驚嘆するが、その実際の事態の処理に目を向けるときには、その卑劣さと臆病さに呆れ果てるのであった。
§38.8.11ὃς πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλοσχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευτέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν·
彼は、第一に、他の市民たちが飢餓によって完全に滅びかけている中で、自らは宴会を催し、贅沢なデザートを並べ、自分自身の健康そうな姿によって、市民たちの不幸を際立たせていたのである。
ἄπιστον μὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, §38.8.12ἄπιστον δὲ τὸ τῶν αὐτομολούντων καθʼ ἡμέραν διὰ τὸν λιμόν·
死者の数は信じがたいほどであり、飢餓のために毎日脱走する者の数も信じがたいほどであった。
§38.8.13ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δʼ ἐνυβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, ᾗ μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, καὶ ἐν δεδυστυχηκυίᾳ πατρίδι.
さらに、ある者たちを徹底的に嘲笑し、またある者たちを辱め、殺害することによって、多くの人々を恐怖に陥れ、このようにして権力を維持していた。 そのような権力は、幸福な都市においてさえ僭主が辛うじて用いるようなものであったが、彼は不幸に陥った祖国においてそれを用いたのである。
§38.8.14διὸ καὶ λίαν δοκῶ καλῶς ἡμῖν εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους τῶν παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδονίοις ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως.
それゆえ、当時ギリシア人の間に存在した指導者たちと、カルタゴ人の間に存在した指導者ほど似通った者たちを、人は容易に見出すことはできないだろうと私が述べたことは、極めて正鵠を得ていたと私は思う。
§38.8.15τοῦτο δʼ ἔσται δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων ποιησώμεθα λόγον.
このことは、私たちが彼らについての記述を並置して比較するときに明らかになるであろう。

語釈・文法注

  1. §38.8.3ἧς δεῖν ἔφη στοχάζεσθαι — 先行詞は前述の τὴν κατάστασιν であり、ἧς はその名詞を受ける関係代名詞の属格形(στοχάζομαι が属格支配であるため)。ἔφη に導かれる間接話法の中で δεῖν(非人称動詞 δεῖ の不定詞形)が用いられている。
  2. §38.8.6πολύ τι προσοφείλειν — 「さらに借りを負うている」という直訳から転じて、悲劇の僭主たちが彼の尊大さや大げさな態度に「遥かに及ばない」ことを意味する比較の慣用表現。
  3. §38.8.10ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν — 結果の接続詞 ὥστε に不定詞 θαυμάζειν と καταπλήττεσθαι が導かれており、その中に過去の反復条件を表す希求法(βλέψειε)を含む時節が挿入されている構文。
  4. §38.8.13ᾗ μόλις ἂν χρήσαιτο — 関係代名詞 ᾗ は先行詞 ἐξουσίαν を指す与格(χράομαι が与格支配であるため)。potential optative(ἄν + 希求法)により「〜が辛うじて用いるであろうような(権力)」という潜在・可能性を表す。

この箇所を引用する

ポリュビオス, 歴史 §38.8.1-38.8.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.8.1-38.8.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。