Humanitext Reader

波利比奥斯 · 历史 §38.8.1-38.8.15

西庇阿的宽大条件与阿斯德鲁巴的虚伪言行

第 1289 段,共 1311 段 · 希腊语

内容简介

西庇阿从古卢萨处得知阿斯德鲁巴的要求后,嘲笑其不敬,但考虑到执政官交接而提出了宽大条件。然而,阿斯德鲁巴言行极度不一,一方面像悲剧主角般大放厥词,另一方面却在市民挨饿时独自饱食并实行恐怖统治。

§38.8.1τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος "ταῦτα μέλλων ἀξιοῦν" ἔφη "τοιαύτην καὶ τηλικαύτην ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐναπεδείξω καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβηκὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;
当古卢萨向将领传达了上述话语后,普布利乌斯笑着说:“你打算请求这些,却对我们的战俘表现出如此巨大且空前的残暴,而现在你竟然在违背了人类法律之后,还寄希望于神明吗?
§38.8.2"τοῦ δὲ βασιλέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι δεῖ συντέλειαν ἐπιτίθεσθαι τοῖς πράγμασι· §38.8.3χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πόνων·
” 但国王希望能进一步提醒西庇阿,尤其是必须给这些事务画上句号;因为除了不可预测的事情外,执政官的轮替也已临近,他说必须考虑到这一点,以免冬天提前到来,另一个人接替后不费吹灰之力地夺走了他劳动的功绩。
§38.8.4καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατηγὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν καὶ φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν ἐξαγαγεῖν ἑκατὸν οὓς ἂν αἱρῆται. §38.8.5ταῦτα μὲν οὖν ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν·
正是当这些话被说出时,将领关注了此事,并下令宣布:他保证他本人、妻子、孩子以及十个亲友家庭的安全,此外还可以从自己的财产中带走十个塔兰同,并带走他所挑选的一百名奴隶。
§38.8.6ὁ δὲ πάλιν ἐξεπορεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράννους πολύ τι προσοφείλειν.
于是,古卢萨带着这些宽大的条件,在第三天去会见阿斯德鲁巴;而后者再次身披紫斗篷、穿戴全套盔甲,以极大的威仪缓步走出,以至于悲剧中的僭主们比起他来也相形见绌。
§38.8.7ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδʼ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς.
他本来天生肉多,此时更是大腹便便,肤色也被晒得不自然地黑红,以至于他看起来就像是在某个节日里饲养的肥牛一样生活,而不是在领导经历如此巨大而惨烈灾难的城邦,这些灾难是任何人用言语都无法完全描述的。
§38.8.8οὐ μὴν ἀλλʼ ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην· §38.8.9καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ.
然而,当他与国王会面并听完将领提出的条件后,他多次拍打大腿,呼唤神明和命运,宣称那一天绝不会到来,即太阳同时看见阿斯德鲁巴和他的祖国在烈火中燃烧;因为他说,对于明智的人来说,祖国和它的烈火是美丽的寿衣。
§38.8.10ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δʼ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· §38.8.11ὃς πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλοσχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευτέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν· ἄπιστον μὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, §38.8.12ἄπιστον δὲ τὸ τῶν αὐτομολούντων καθʼ ἡμέραν διὰ τὸν λιμόν· §38.8.13ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δʼ ἐνυβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, ᾗ μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, καὶ ἐν δεδυστυχηκυίᾳ πατρίδι.
因此,当人们看到他的宣言时,会赞叹这个人及其言语的宽宏,但当看到他对事务的处理时,又会因其卑劣和懦弱而感到震惊;因为首先,当其他市民因饥饿而彻底走向毁灭时,他自己却举行宴会,摆上昂贵的甜点,并以自己健康的体魄来反衬出市民的绝望;因为死者的数量是难以置信的,而每天因饥饿而投降的人数也是难以置信的;接着,他通过嘲弄一些人,侮辱并杀害另一些人来恐吓大众,并以这种方式维持他的权力——这种权力即使在繁荣城邦的僭主也难以使用,更不用说在遭逢不幸的祖国中了。
§38.8.14διὸ καὶ λίαν δοκῶ καλῶς ἡμῖν εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους τῶν παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδονίοις ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως.
因此,我认为我们说得非常对:人们很难轻易找到比当时存在于希腊人中和迦太基人中的领导人更为相似的国务领导者了。
§38.8.15τοῦτο δʼ ἔσται δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων ποιησώμεθα λόγον.
当我们在接下来的叙述中把关于他们的事迹进行对比时,这一点将变得显而易见。

词汇与语法注释

  1. §38.8.3ἧς δεῖν ἔφη στοχάζεσθαι — 先行词是前文的 τὴν κατάστασιν,ἧς 是受 στοχάζεσθαι 支配的属格关系代词(该动词要求属格)。δεῖν 是非人称动词 δεῖ 在由 ἔφη 引导的间接引语中的不定式形式。
  2. §38.8.6πολύ τι προσοφείλειν — 字面意思是“另外欠下许多”,这是一种惯用表达,表示悲剧中的僭主们在戏剧性的虚张声势上远远不及他(相形见绌)。
  3. §38.8.10ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν — 结果连词 ὥστε 支配不定式 θαυμάζειν 和 καταπλήττεσθαι,其内部嵌入了一个包含过去重复动作祈愿语气(βλέψειε)的时间从句。
  4. §38.8.13ᾗ μόλις ἂν χρήσαιτο — 关系代词 ᾗ 指代先行词 ἐξουσίαν,因动词 χράομαι 支配与格而设为与格。含有 ἄν 的潜在祈愿语气(χρήσαιτο)表示僭主“几乎不会使用”的权力。

引用这一段

波利比奥斯, 历史 §38.8.1-38.8.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.8.1-38.8.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。