§38.5.1οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλήψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν τῶν πραγμάτων,
というのも、ある人々がこの著作を非難し、私たちが出来事の叙述を不完全でバラバラなものにしてしまったと主張するであろうことを、私は知らないわけではないからである。
§38.5.2εἴγʼ ἐπιβαλλόμενοι λόγου χάριν διεξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα μεταξὺ ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐτοὺς μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις· §38.5.3ζητεῖν δὲ τοὺς φιλομαθοῦντας τὸ συνεχὲς καὶ τὸ τέλος ἱμείρειν ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν οὕτω μᾶλλον συνεκτρέχειν τοῖς προσέχουσιν.
例えば、カルタゴの包囲戦を詳細に述べることに着手しておきながら、その後、途中でこれを放置し、自らを遮って、ギリシアの出来事へと移り、そこからマケドニアやシリア、あるいはその他の出来事へと移っていくとするなら、学ぶことを好む人々は連続性を求め、提示された計画の結末を聞くことを切望していること、そして、そのようにする方が、楽しむこととためになることが、注意を払う人々にとってよりいっそう伴い合う、と(彼らは言う)。
§38.5.4ἐμοὶ δʼ οὐχ οὕτως δοκεῖ, τὸ δʼ ἐναντίον.
しかし私にはそのようには思われず、むしろ逆である。
μάρτυρα δὲ τούτων ἐπικαλεσαίμην ἂν αὐτὴν τὴν φύσιν, ἥτις κατʼ οὐδʼ ὁποίαν τῶν αἰσθήσεων εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ τὸ συνεχές, ἀλλʼ ἀεὶ μεταβολῆς ἐστιν οἰκεία, τοῖς δʼ αὐτοῖς ἐγκυρεῖν ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς.
このことの証人として、私は自然そのものを呼び出したい。 それはいかなる感覚器官においても、連続して同じものにとどまることを好まず、むしろ常に変化を好み、間隔を置き、変化を伴って同じものに出会うことを望むのである。
§38.5.5εἴη δʼ ἂν τὸ λεγόμενον ἐναργὲς πρῶτον μὲν ἐκ τῆς ἀκοῆς, ἥτις οὔτε κατὰ τὰς μελῳδίας οὔτε κατὰ τὰς λεκτικὰς ὑποκρίσεις εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν,
言われていることは、まず第一に聴覚から明らかになるであろう。 それ(聴覚)は、旋律においても演劇のセリフの朗読においても、絶えず同じ調子にとどまることを好まない。
§38.5.6ὁ δὲ μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κινεῖ.
しかし、変化に富んだ方法や、総じてバラバラで、きわめて大きくかつ頻繁な変化を持つすべてのものが、それ(聴覚)を動かすのである。
§38.5.7παραπλησίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ τοῖς πολυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην, ἀλλὰ σικχαίνουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς καὶ προσηνεστέρως ἀποδεχομένην πολλάκις καὶ τὰ λιτὰ τῶν ἐδεσμάτων ἢ τὰ πολυτελῆ διὰ τὸν ξενισμόν.
同様に、味覚についても、最も豪華な食べ物にすらとどまり続けることはできず、むしろ嫌気がさして変化を喜び、新奇さのゆえに、しばしば簡素な食べ物をも、あるいは豪華な食べ物をも、より好意的に受け入れるのを、人は見出すであろう。
τὸ δʼ αὐτὸ καὶ περὶ τὴν ὅρασιν ἴδοι τις ἂν γινόμενον·
そしてこれと同じことが視覚についても起こるのを、人は見るであろう。
§38.5.8ἥκιστα γὰρ δύναται πρὸς ἓν μένειν ἀτενίζουσα, κινεῖ δʼ αὐτὴν ἡ ποικιλία καὶ μεταβολὴ τῶν ὁρωμένων.
なぜなら、それ(視覚)は一つのものを見つめてとどまることが最もできず、見られるものの多様性と変化がそれを動かすからである。
§38.5.9μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό τις ἂν ἴδοι συμβαῖνον·
そして、特に魂に関して、人はこれが起こるのを見るであろう。
αἱ γὰρ μεταλήψεις τῶν ἀτενισμῶν καὶ τῶν ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις τῶν
というのも、注視や注意(の対象)を切り替えることは、勤勉な人々にとって、いわば休息のようなものであり、〜の