§38.18.1ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων.
したがって、協議がこのような状態であったため、決定された事柄の結果もそれにふさわしいものとなった。
§38.18.2παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος·
そこで直ちに、彼らはアンドローニダースやラギオスの一行だけでなく、副将軍のソーシクラテースをも投獄した。 彼が協議を主導し、カイキリオスのもとへ使者を送ることに同意し、要するにすべての災いの原因であるという罪を課したのである。
§38.18.3εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δήσαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων.
翌日、彼らは裁判官たちを着席させて、ソーシクラテースに死刑を宣告し、彼を縛り上げて拷問にかけ、彼を死に至らしめるまで執拗に続けたが、彼は彼らが期待していたようなことは何一つ口にしなかった。
§38.18.4τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δʼ Ἀρχίππου τετταράκοντα μνᾶς.
一方、彼らはラギオス、アンドローニダース、アルキッポスを釈放した。 これは、一つには民衆がソーシクラテースに対する不法行為のために我に返ったからであり、もう一つにはディアイオスがアンドローニダースから一タラントンを、アルキッポスから四十ムナを受け取ったからであった。
§38.18.5οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος.
実際、先述の男は、いわゆる「土俵際」にありながらも、この点に関する無恥と不法行為をやめることができなかったのである。
§38.18.6παραπλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον·
彼はまた、これに酷似したことを、少し前にコリントス人のピリノスに対しても行っていた。
προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον.
彼がメナルキダスと連絡を取り合い、ローマの味方をしているという嫌疑をかけ、ピリノスとその息子たちを、全員がお互いの目の前にある状態で鞭打ち、拷問にかけ、その少年たちとピリノスを死に至らしめるまでやめなかったのである。
§38.18.7τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδʼ ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες.
すべての者の間に、蛮族の間でさえ容易には見出せないほどの愚行と狂気が生じていたので、なぜ彼らが全員根こそぎ滅びてしまわなかったのか、当然のごとく疑問に思うのは明らかである。
§38.18.8ἐγὼ γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής.
なぜなら、私に言わせるならば、あたかも指導者たちの愚行と狂気に対して、ある悪賢く巧妙な運命が対抗したかのように思われるからである。 その運命は、指導者たちの無知によってあらゆる面で完全に追いつめられながらも、何としてもアカイア人を救おうと望み、優れたレスラーのように、残された最後の手段に打って出たのである。
§38.18.9τοῦτο δʼ ἦν τὸ ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας·
そしてその手段とは、ギリシア人を速やかに躓かせ、容易に敗北させることであった。
ὅπερ ἐποίησε.
彼女はまさにそれを実行したのである。
§38.18.10διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδʼ ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους.
なぜなら、このことによって、ローマ人の怒りと憤怒がそれ以上激しく燃え上がることもなく、リビアからの軍勢が押し寄せることもなく、また、先述のような者たちであった指導者たちが、もし一時的な勝利でも得ていれば同胞に対して発揮したであろう邪悪さを露わにすることもなかったからである。
§38.18.11τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον.
実際、彼らが何らかの足がかりや優勢を得ていたならば、自国民に対してどれほど恐ろしいことをしたであろうかは、理に照らしても、先述の出来事から明らかである。
§38.18.12ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς "εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν. "
そして当時、誰もが次の諺を口にした。 「もし私たちが速やかに滅びていなかったなら、私たちは救われなかっただろう」と。