Humanitext Reader

波利比奥斯 · 历史 §38.18.1-38.18.12

迪亚乌斯的暴行与挽救阿开亚人的命运

第 1299 段,共 1311 段 · 希腊语

内容简介

叙述了迪亚乌斯等人对政治对手的严刑拷打与处决,以及因收受贿赂而进行的不法释放。作者将阿开亚人的迅速战败解释为“命运”为免其遭受更大灾祸而作的挽救,并引用了当时的著名谚语。

§38.18.1ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων.
因此,由于商议处于如此状态,他们决议的后果也同样是相称的。
§38.18.2παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος·
于是,他们不仅立刻囚禁了安德罗尼达斯和拉吉乌斯及其同伙,还囚禁了副将军索西克拉特斯,指控他主持了商议、同意向凯基利乌斯派遣使者,并且总而言之是一切灾祸的根源。
§38.18.3εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δήσαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων.
次日,他们设立法官,判处索西克拉特斯死刑,并将他绑起来施以酷刑,执意坚持,直到将他折磨致死,而他却并未说出任何他们所期待的话。
§38.18.4τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δʼ Ἀρχίππου τετταράκοντα μνᾶς.
另一方面,他们释放了拉吉乌斯、安德罗尼达斯和阿基普斯,一方面是因为民众因对索西克拉特斯所犯下的暴行而恢复了理智,另一方面也是因为迪亚乌斯从安德罗尼达斯那里收受了一塔兰同,从阿基普斯那里收受了四十米纳。
§38.18.5οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος.
实际上,正如俗话所说,即便已经到了“摔跤场的边缘”,上述那个人也无法停止在这一方面的无耻和不法行为。
§38.18.6παραπλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον.
就在不久前,他也对科林斯人菲利诺斯做过非常相似的事:他指控菲利诺斯与梅纳尔基达斯暗中往来并袒护罗马人,于是在他们彼此瞩目之下,对菲利诺斯及其子嗣施以鞭笞和拷打,直到将这些少年和菲利诺斯折磨致死才罢手。
§38.18.7τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδʼ ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες.
鉴于在所有人中都发生了如此这般的愚妄与狂乱,这即是在蛮族之中也难以轻易见到,显而易见,人们会理所当然地探究,他们为何没有全部彻底灭亡。
§38.18.8ἐγὼ γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής.
因为依我之见,仿佛是有某种狡黠而巧妙的命运,在与这些领导者的愚蠢和疯狂相对抗;它虽被当政者的无知全方位地逼入绝境,却仍渴望以一切方式拯救阿开亚人,于是像一个优秀的摔跤手一样,使出了最后剩下的招数。
§38.18.9τοῦτο δʼ ἦν τὸ ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας· ὅπερ ἐποίησε.
而这招数便是让希腊人迅速绊倒并轻易落败;它确实也这样做了。
§38.18.10διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδʼ ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους.
因为由此便使得:罗马人的怒火与愤恨未曾进一步燃起,来自利比亚的军队未曾开到,那些如我所说的领导者们,即便获得了一时的优势,也未能向同胞展示出他们自身的残暴不仁。
§38.18.11τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον.
因为倘若他们获得了任何借口或一时的优势,他们很可能对自己的同胞做出何种勾当,这从前文所述以及合乎理性的推论中都是显而易见的。
§38.18.12ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς "εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν.
当时所有人都在口口相传这句谚语:“如果我们没有迅速灭亡,我们就不可能得救。
"

词汇与语法注释

  1. §38.18.2ὅτι προστατήσαι — 在依附于过去时动词(此处由分词 ἐπενέγκαντες 代表)的 ὅτι 从句中,使用了间接引语的祈愿式(oblique optative,包括 προστατήσαι、συναποφήναιτο、εἴη),用以转述原指控的内容,替代了原有的过去时直陈式。
  2. §38.18.4ἅμα μὲν τοῦ πλήθους... ἅμα δὲ τοῦ Διαίου... — 两个属格绝对结构(τοῦ πλήθους... παραγενομένου 与 τοῦ Διαίου λαβόντος)通过关联副词 ἅμα μέν ... ἅμα δέ ...(一方面……另一方面……)相联系,用以解释释放(ἀφῆκαν)的双重原因。
  3. §38.18.8καθαπερανεὶ — 由 καθάπερ 钻 ἂν εἰ(意为“正如”、“仿佛”)融合而成的一个副词,此处修饰不定式 ἀντερεῖσαι。它为主句动词 δοκεῖ 的主语——对格加不定式结构(τύχη τις ἀντερεῖσαι)赋予了虚拟或比喻的色彩。

引用这一段

波利比奥斯, 历史 §38.18.1-38.18.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.18.1-38.18.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。