§38.16.1εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον.
まさにその破滅のために差し出していた。
ἁπάντων δὲ τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν, διʼ ἧς ἔμελλον προνοεῖσθαι διότι πάντες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ γυναικῶν.
これらすべてが同時に起こる中、次々と降りかかる個々の事態に対する恐怖が、人々から全体の状況に対する注意と理解を奪ってしまい、それがあれば、自分たちが妻子とともに明白な破滅へと追いやられていることをあらかじめ察知できたはずであったが、それができなかった。
§38.16.2λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ.
結局のところ、激しい急流に押し流され、力ずくで運ばれるかのように、彼らは指導者の無知と狂気に従った。
§38.16.3Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον·
エリス人とメッセニア人は、艦隊からの危険を予期してその地にとどまった。
οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
もしあの暗雲が当初の計画通りに現れていたならば、現在の状況は何の役にも立たなかったであろう。
§38.16.4Πατρεῖς δὲ καὶ τὸ μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ Πελοπόννησον ἐλεεινότερον.
パトライ人と彼らとともに同盟を結ぶ人々は、少し前にフォキス地方で敗北を喫しており、彼らの身に起こっていたことはペロポネソスにおける状況よりもはるかに哀れなものであった。
§38.16.5οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δʼ ἔφευγον ἐκ τῶν πόλεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν.
というのも、ある者たちは理性を失って自ら命を絶ち、他の者たちは都市で起こっていることへの恐慌から、あてのない退避を行い、道なき道を通って都市から逃げ出したからである。
§38.16.6καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δʼ ἐμήνυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν·
また、ある者たちは互いをローマの敵となった者として敵に引き渡すために連行し、他の者たちは、現時点では誰もそのような役目を求めていないにもかかわらず、隣人を密告し告発した。
οἱ δὲ μεθʼ ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων.
さらに別の者たちは、懇願の枝を手に出迎え、自らが条約を破ったことを認め、どんな罰を受けるべきかを尋ねたが、これについてもまだ誰も釈明を求めてはいなかった。
§38.16.7πάντα δʼ ἦν πλήρη παρηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τῆς Ἑλλάδος.
いたるところが、自らを井戸や崖から投げ捨てる人々の、常軌を逸した狂気に満ちており、ことわざにあるように、当時のギリシアの惨状を目にしたなら、敵でさえも同情したであろうほどであった。
§38.16.8τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων·
それ以前の時代、彼らは時に過ちを犯し、国家全体として敗北することもあり、ある時は国政を巡って争い、またある時は君主たちのせいで条約を破られたりした。
§38.16.9κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν ἄγνοιαν.
しかし、今述べられているこの時期においては、指導者たちの無分別と彼ら自らの無知のせいで、誰もが認める不幸な災難を被ることとなった。
§38.16.10οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ τὴν πόλιν ἔρημον τελέως κατέλειπον·
テーバイ人たちは総出で都市を去り、完全に空っぽのまま残した。
ἐν οἷς καὶ Πυθέας εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν τέκνων ἠλᾶτο κατὰ τῆς χώρας.
その中にはピュテアスもおり、彼は妻や子供たちとともにペロポネソスへ退避し、各地を彷徨っていた。
—
παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων.
――彼には敵の応対が思いがけないものと思われた。
§38.16.11ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογίζονται.
しかし私には、ことわざにあるように「空っぽな者たちは空っぽなことを考える」と思われる。
λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα παράδοξα φαίνεται.
それゆえ、そのような人々には、極めて明白なことが思いがけないことに思われるのも当然である。
—
καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, §38.16.12ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ μέλλων αὑτὸν ῥίπτειν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν.
――そして彼は我が家への帰還について計画し始めた、それはまるで、泳ぎの心得がない者が海へ身を投げようとしている時に、飛び込むことについては何も考えず、飛び込んでから、どうやって陸まで泳ぎ着くかを考えるかのようなものであった。
—
――