Humanitext Reader

波利比奥斯 · 历史 §38.16.1-38.16.12

亚该亚战争末期希腊各地的恐慌与混乱

第 1297 段,共 1311 段 · 希腊语

内容简介

本文描述了亚该亚战争末期希腊各地(特别是帕特雷和底比斯)的极度恐慌与混乱局势,以及人们的反常举动和皮特阿斯愚蠢的返乡计划。

§38.16.1εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον.
正为了这毁灭而捐献出来。
ἁπάντων δὲ τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν, διʼ ἧς ἔμελλον προνοεῖσθαι διότι πάντες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ γυναικῶν.
而在这一切同时发生之际,对接连发生的局部事态的恐惧,夺去了人们对全局的关注与理解,而凭借这种关注与理解,他们本可预见到自己正与妻子儿女一同被带向显而易见的毁灭。
§38.16.2λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ.
结果,他们就像被暴烈的急流推着并被强力冲走一样,盲从着领导者的无知与疯狂。
§38.16.3Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
因为伊利斯人和麦塞尼亚人留在了原地,防备着来自舰队的危险;然而,如果那片乌云按照最初的意图出现,眼前的局势对他们将毫无益处。
§38.16.4Πατρεῖς δὲ καὶ τὸ μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ Πελοπόννησον ἐλεεινότερον.
而帕特雷人及其同盟联邦在不久前已在福基斯遭受挫败,他们所遭遇的情形比伯罗奔尼撒的情形要可怜得多。
§38.16.5οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δʼ ἔφευγον ἐκ τῶν πόλεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν.
因为有些人丧失理智地自寻短见,另一些人则因对城中所发生之事的恐慌,在没有明确目的地的情况下,沿着无路可寻的地方逃离城市。
§38.16.6καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δʼ ἐμήνυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθʼ ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων.
有些人押解着彼此,要将他们作为罗马的敌人交给敌方;有些人则告发并指控邻人,尽管目前并无任何人需要这种效劳;还有人手持祈求的橄榄枝出迎,承认自己违背了条约,并询问应当遭受何种惩罚,而此时尚未有人要求对此做出交代。
§38.16.7πάντα δʼ ἦν πλήρη παρηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τῆς Ἑλλάδος.
到处都充斥着那些投井和跳崖之人的反常疯狂,以至于正如俗话所说,任何人只要看到当时希腊的惨状,即便身为敌人也会产生怜悯。
§38.16.8τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων· §38.16.9κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν ἄγνοιαν.
因为在以前,他们也常犯错误,有时在全局上遭受挫败,或是为了国政发生争执,或是因君主而违背条约;但在如今所说的这一时期,由于领导者的昏庸和自身的无知,他们遭受了公认的厄运。
§38.16.10οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ τὴν πόλιν ἔρημον τελέως κατέλειπον· ἐν οἷς καὶ Πυθέας εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν τέκνων ἠλᾶτο κατὰ τῆς χώρας.
而底比斯人则举城撤离,使城市完全荒废;其中皮特阿斯也带着妻子儿女退往伯罗奔尼撒,在乡村中四处流浪。
— παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων.
——在他看来,敌人的迎候显得出乎意料。
§38.16.11ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογίζονται.
但在我看来,正如俗话所说:“空虚之人谋划空虚之事。
λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα παράδοξα φαίνεται.
”因此,在这样的人眼里,显而易见的事也显得出乎意料是很自然的。
— καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, §38.16.12ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ μέλλων αὑτὸν ῥίπτειν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν.
——于是,他开始谋划返回家园,其行为就像一个不会游泳却准备跳海的人,在跳水前不加思虑,跳下水后才开始琢磨该如何游回陆地。
——

词汇与语法注释

  1. 38.16.1τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων — 现在分词的中性复数实体化,意为“接连发生的局部事态”。在此作为主格(表示原因)属格修饰 κατάπληξις。
  2. 38.16.1ἔμελλον προνοεῖσθαι — 表示过去未实现的可能(“本可以预见”)。关系代名词 ἧς 的先行词是前文的“对全局的关注与理解(τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν)”。
  3. 38.16.3οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν — 由带有 ἄν 的直说过去式(ὤνησεν)和条件从句(εἴπερ ἐφάνη...)构成的过去反事实条件句,意为“如果……,眼前的事态对他们将毫无益处”。
  4. 38.16.7παρηλλαγμένης φαρμακείας — 本义为“药物使用”的名词 φαρμακεία 在此被比喻性地用作“精神错乱、疯狂”,并由完成时被动分词 παρηλλαγμένη(不寻常的、反常的)修饰。

引用这一段

波利比奥斯, 历史 §38.16.1-38.16.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.16.1-38.16.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。