§38.15.1ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν ἡ καθήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν, §38.15.2ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων.
アカイア人の将軍クリトラオスが亡くなり、また法が現職の将軍の身に何かが起こった場合には、アカイア人のしかるべき集会が開かれるまで前任者がその職務を引き継ぐよう命じていたため、共同の政務を処理し指導する役割がディアエオスに巡ってきた。
§38.15.3διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον.
それゆえ彼は、メガラに使者を送り、自らはアルゴスに到着すると、すべての都市に対して、家生まれや養育された奴隷のうち、血気盛んな年齢の者を1万2千人に達するまで解放し、武装させた上でコリントスへ送るよう書状を認めた。
§38.15.4ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ τῶν ἄλλων ἔπραττεν.
彼は、他のことについてもそうであったように、人員の割り当てを各都市に無計画かつ不公平に課した。
§38.15.5οἷς δʼ ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν.
養育された奴隷の数が不足している都市については、それぞれのしかるべき割当量を他の奴隷から補う必要があった。
§38.15.6θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατʼ ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς γυναῖκας.
彼は、ラケダイモン人との戦争によって公の財政難が極めて深刻であるのを見て、裕福な人々に対し、男性だけでなく女性にも、個人的に拠出することを強制し、寄付の誓約をさせた。
§38.15.7ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν Κόρινθον.
これと同時に彼は、兵役に適した年齢の者全員に対し、武器を携えてコリントスへ集結するよう命じた。
§38.15.8ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας.
その結果、諸都市は混乱、動揺、そして落胆に満ちることとなった。
§38.15.9καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δʼ ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ μέλλον·
人々はすでに失われた者たちを称え、出陣していく者たちに同情し、まるで未来を見通しているかのように皆が嘆き悲しんだ。
§38.15.10τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπισυρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων.
また彼らは、奴隷たちの不遜な態度と群集を重く受け止めていた。 というのも、ある者たちは今しがた解放されたばかりであり、他の者たちもこの期待に胸を躍らせていたからである。
§38.15.11ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες
これらとともに、男性たちは自らの意に反して、自分が所有しているとみなされるものを何であれ拠出するよう強制され、女性たちは自分自身や子供たちの装飾品を、まるで故意に…