§38.13.1προθέσεως.
計画の。
τῶν δὲ τῆς γερουσίας βουλομένων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο, κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλαμύδος.
長老会のメンバーが彼を咎め、そのような発言を止めさせようとしたが、彼は兵士たちを身の回りに引き寄せて対峙し、誰であれ自分の外套にただ触れることさえあえてやってみよ、と近づき、近寄ることを命じた。
§38.13.2καθόλου δʼ ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκέτι δύνασθαι καρτερεῖν, ἀλλʼ ἐρεῖν τὸ φαινόμενον.
概して、彼は、すでに長い間自分を抑制してきたが、もはや耐えることはできず、真実を語るつもりであると言った。
§38.13.3δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως ὡς τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς·
なぜなら、ラケダイモン人やローマ人よりも、自分たちの中から敵に協力している者たちをこそ恐れるべきだからである。
εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακεδαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν.
すなわち、ローマ人やラケダイモン人に対して、自分たちの国益よりも好意を寄せている者たちが一部に存在するからである、と。
§38.13.4καὶ τούτων πίστιν ἔφερεν·
そして、彼はこのことの証拠を提示した。
ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα διʼ ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον.
アイギオンのエウアゴラスとトリタイアのストラティオスが、政務官会議において秘密裏に語られたすべての事柄を、グナエウスらに詳細に告げ口している、と彼は主張したのである。
§38.13.5τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δʼ ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς.
ストラティオスは、彼らと交際があったことは認め、今後も彼らが友人であり同盟者である以上交際するつもりであると述べたものの、政務官会議で語られたことは何一つ報告していないと誓ったが、少数の者しか信じず、大多数の者はその告発を受け入れた。
§38.13.6ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους·
クリトラオスは、彼らに対するこの告発によって群衆を激昂させ、アカイア人たちを説得して、名目的にはラケダイモン人に対する、しかし実質的にはローマ人に対する戦争を再び決議させた。
§38.13.7καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται·
さらに彼は、自分たちが将軍に選出する人物が全権を握るという、もう一つの違法な決議を付け加えた。
διʼ οὗ τρόπου τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.
これによって彼は、ある種の一人支配的な権力を手に入れた。
§38.13.8οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος·
こうして、彼はこれらの事柄を処理すると、紛争を引き起こし、ローマ人に手を出そうとし始めた。 何ら道理もなくそれを行い、最も不敬で違法な企てに手を染めたのである。
§38.13.9τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δʼ Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις.
使節たちのうち、グナエウスはアテナイに向けて出発し、そこから機会を伺うためにラケダイモンへと向かった。 アウルスはナウパクトスへと向かい、残りの二人はカエキリウスが到着するまでアテナイに留まった。
καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. —
ペロポネソスの状況は、このようなものであった。