Humanitext Reader

波利比奥斯 · 历史 §38.13.1-38.13.9

克里托劳斯告发叛徒与宣战决议的通过

第 1294 段,共 1311 段 · 希腊语

内容简介

克里托劳斯不顾亚该亚领导人的制止,通过指控内部叛徒来煽动群众,并通过了一项赋予他非常权力的战争决议,而罗马使节则各自离去。

§38.13.1προθέσεως.
……计划。
τῶν δὲ τῆς γερουσίας βουλομένων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο, κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλαμύδος.
当长老会的成员们试图制止并阻止他发表此类言论时,他将士兵召集在自己身边并挺身对峙,挑衅任何人走上前、靠近,敢于哪怕是碰一下他的外衣。
§38.13.2καθόλου δʼ ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκέτι δύνασθαι καρτερεῖν, ἀλλʼ ἐρεῖν τὸ φαινόμενον.
总之,他声称自己已经克制了很久,无法再忍耐下去,而是要说出真相。
§38.13.3δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως ὡς τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακεδαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν.
因为他们不应该像害怕那些在他们之中与敌人勾结的人那样害怕拉刻代蒙人或罗马人;因为有一些人比起他们自己的事务,更偏向于罗马人和拉刻代蒙人。
§38.13.4καὶ τούτων πίστιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα διʼ ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον.
他还为此提出了证据:他声称艾吉翁的埃瓦戈拉斯和特里泰亚的斯特拉提奥斯,将政务官会议上秘密谈论的一切事情,都详细地泄露给了格奈乌斯一行。
§38.13.5τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δʼ ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς.
尽管斯特拉提奥斯承认曾与那些人接触,并表示由于他们是朋友和盟友,今后仍会与他们交往,但他发誓绝没有汇报过政务官会议上所说的任何话,然而只有极少数人相信他,大多数人都接受了这一诽谤。
§38.13.6ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους·
克里托劳斯通过对这些人的指控激怒了群众,说服亚该亚人再次投票决定战争,名义上是对拉刻代蒙人,实际上是对罗马人。
§38.13.7καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται· διʼ οὗ τρόπου τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.
他还追加了另一项违法的决议,规定他们选举担任将军的人选将拥有绝对权力;通过这种方式,他获得了一种类似于君主制的权力。
§38.13.8οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος·
因此,他在处理完这些事务后,便开始挑起纷争,并企图对罗马人下手,他做这些事情毫无道理,而是着手进行最不敬、最违法的勾当。
§38.13.9τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δʼ Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις.
在使节中,格奈乌斯出发前往雅典,并从那里前往拉刻代蒙以观察局势,奥卢斯前往瑙帕克托斯,其余两人则留在雅典,直到凯基利乌斯抵达。
καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. —
伯罗奔尼撒的局势就是这样。

词汇与语法注释

  1. §38.13.1προθέσεως — 与前一个分块末尾的女性单数属格冠词 `τῆς` 相连,作为动词 `κοινωνεῖν` 的属格宾语。这表明了句子跨分块的连续性。
  2. §38.13.1τῶν δὲ τῆς γερουσίας βουλομένων — 独立属格结构。`τῶν τῆς γερουσίας`(长老会的成员们)作逻辑主语。
  3. §38.13.1κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα — 不定式 `προσελθεῖν`、`ἐγγίσαι` 和 `τολμῆσαι` 均受分词 `κελεύων` 支配,宾格的 `τινα` 作为它们的逻辑主语。不定式 `ἅψασθαι` 则依赖于 `τολμῆσαι`。
  4. §38.13.3δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν — 延续自 `ἔφη`(§38.13.2)的间接引语中的宾格加不定式结构。无人称动词 `δεῖ` 变为不定式 `δεῖν`,而 `ἀγωνιᾶν` 是依赖于它的不定式。名词 `Λακεδαιμονίους οὐδὲ Ῥωμαίους` 是 `ἀγωνιᾶν` 的宾格宾语(害怕的对象),而 `ἀγωνιᾶν` 的逻辑主语在上下文中是亚该亚人。
  5. §38.13.5φίλοις οὖσι καὶ συμμάχοις — 与格。它与表示交往对象的与格 `τοῖς ἀνθρώποις` 呈同位语关系,该关系受表示关联的动词 `συμμεμιχέναι` 和将来不定式 `συμμίξειν` 支配。
  6. §38.13.7οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται — 关系从句中使用了带有 `[ἂν]` 的将来直陈式 `αἱρήσονται`(尽管一些抄本读作虚拟式 `αἱρήσωνται` 或 `αἱρῶνται`),表示一般的预期或未来未指明的、假设的人。

引用这一段

波利比奥斯, 历史 §38.13.1-38.13.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.13.1-38.13.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。