§36.9.1ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευδοφίλιππον.
──カルタゴ人について、ローマ人が彼らを打ち破った時、またギリシアでの偽フィリップスに関する事柄について、多くの様々な議論が交わされたということである。 最初はカルタゴ人の件について、その後は再び偽フィリップスの件について。
§36.9.2τὰ μὲν οὖν περὶ Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς διαλήψεις·
かくして、カルタゴ人に関する事柄は、相反する意見や解釈を伴っていた。
§36.9.3ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύσασθαι περὶ τῆς δυναστείας·
というのも、ある人々はローマ人に同意し、彼らが支配権に関して賢明かつ現実的に計画を立てたと主張したからである。
§36.9.4τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐτοὺς πόλιν ὑπὲρ τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων.
頭上にぶら下がる恐怖であり、かつて覇権を巡って何度もローマと争い、今なお機会さえあれば争う余地のあるこの都市を根絶やしにし、自国に支配を確実なものにすることは、思慮深く先見の明がある人々のすることである、と。
§36.9.5ἔνιοι δὲ τούτοις ἀντέλεγον, φάσκοντες οὐ ταύτην ἔχοντας αὐτοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγεμονίαν καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν καὶ βραδύτερον μὲν ἐκείνων ὁρμᾶν, ἥξειν δʼ ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προφαινομένων.
しかし、他の人々はこれらに反論し、ローマ人がそのような意図をもって支配権を獲得したのではないとし、徐々にアテナイやスパルタの支配欲へと逸れていっており、彼らよりも動きは遅いものの、現れている兆候からすれば同じ結末に至るだろうと主張した。
§36.9.6πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι μέχρι τοῦ κρατῆσαι καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμένους ὅτι δεῖ πείθεσθαι σφίσι καὶ ποιεῖν τὸ παραγγελλόμενον· §36.9.7νῦν δὲ προοίμιον μὲν ἐκτεθεῖσθαι τῆς ἰδίας προαιρέσεως τὰ κατὰ Περσέα, βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειωκέναι δὲ κατὰ τὸ παρὸν διὰ τῆς περὶ Καρχηδονίων διαλήψεως·
というのも、以前は降伏させ、抵抗する者たちが自分たちに従い、命じられることを行うべきだと認めるまで戦争をしたのだが、今や、マケドニア王権を根こそぎ破壊して自らの真の意図の端緒を示し、今回のカルタゴに対する決定によってそれを完成させたからである。
§36.9.8μηδενὸς γὰρ ἀνηκέστου γεγονότος ἐξ ἐκείνων, ἀνηκέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδεχομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσταττόμενον.
カルタゴ人からは何ら取り返しのつかない事態が生じておらず、命じられることは何でも受け入れ、耐え忍ぶと言っているにもかかわらず、彼らに対して取り返しのつかない過酷な決定を下した、と。
§36.9.9ἕτεροι δὲ καθόλου μὲν πολιτικὸν εἶναι τὸ Ῥωμαϊκὸν ἔθνος ἔφασαν καὶ τοῦτʼ ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολέμους ἁπλῶς καὶ γενναίως πολεμεῖν, μὴ νυκτεριναῖς ἐπιθέσεσι χρωμένους μηδʼ ἐνέδραις, πᾶν δὲ τὸ διʼ ἀπάτης καὶ δόλου γινόμενον ἀποδοκιμάζοντας, μόνους δὲ τοὺς ἐκ προδήλου καὶ κατὰ πρόσωπον κινδύνους ὑπολαμβάνοντας αὑτοῖς καθήκειν.
また別の人々は、ローマの民族は全体として市民的であり、これこそが彼らの特徴であって、ローマ人はこれを誇りとしている、すなわち、夜襲や伏兵を用いず、公明正大かつ堂々と戦争を行い、欺瞞や策略によるものをすべて退け、ただ公然たる正面からの危機だけが自分たちにふさわしいと考えていることである、と主張した。
§36.9.10νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους διʼ ἀπάτης καὶ δόλου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας, τὸ δʼ ἐπικρυπτομένους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοηθεῖν αὐτοῖς τοὺς συμμάχους.
しかし今や、彼らはカルタゴ人に対してすべてを欺瞞と策略をもって処理し、徐々に一方を提示しつつ他方を隠し、ついに同盟国が彼らを救うというあらゆる希望を奪い去るまでそうした、と。
§36.9.11τοῦτο δὲ μοναρχικῆς πραγματοποιίας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ Ῥωμαϊκῆς αἱρέσεως καὶ προσεοικὸς ἀσεβήματι καὶ παρασπονδήματι κατὰ τὸν ὀρθὸν λόγον.
これは専制的な手口に特有のものであり、市民的でもローマ的な選択でもなく、正しい理性に照らせば不敬や同盟破りに酷似している、と。
ἦσαν δέ τινες οἱ καὶ τούτοις ἀντιλέγοντες.
しかし、これらに対しても反論する人々がいた。
§36.9.12εἰ μὲν γὰρ πρὶν ἢ δοῦναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὑτῶν οὕτως ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνοντες, τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους
もしカルタゴ人が自己の決定権を委ねる前に、ローマ人がこのように事を運び、徐々に一方を提示しつつ他方を暴露していたのであれば、当然彼らは告発された罪に値するように見えただろう、と。
§36.9.13φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ, τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι καὶ μὴν οὐδὲ παρασπονδήματι μικροῦ δεῖν·
しかし、カルタゴ人自身がローマ人に決定権を委ね、ローマ人が彼らについてどのように思われようとも決定できるようにした以上、このようにその権限に従って、自分たちの思うままに決定されたことを命令し布告したのであれば、行われたことはもはや不敬に類するものではなく、もちろん同盟破りでもほとんどない。
ἔνιοι δʼ ἔφασαν οὐκ ἀδικήματι τὸ παράπαν·
ある人々は、まったく不正ですらないと言った。
§36.9.14τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων·
というのも、およそすべての告発が自然に帰着する三つの区分のうち、ローマ人によって行われたことはそのいずれにも該当しないからである。
§36.9.15ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον·
すなわち、不敬とは神々や両親や死者に対して罪を犯すことであり、同盟破りとは誓いや成文化された合意に反して行われることであり、不正とは法律や慣習に反して実行されることである。
§36.9.16ὧν οὐδὲν κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους·
ローマ人は現在、これらのいずれの罪も犯していない。
οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδʼ εἰς τοὺς γονεῖς οὐδʼ εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δʼ ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι.
彼らは神々に対しても、両親に対しても、死者に対しても罪を犯しておらず、誓いや協定を破ってもいない。 それどころか、カルタゴ人自身がそれを破ったと非難しているのである。
§36.9.17καὶ μὴν οὐδὲ νόμους οὐδʼ ἐθισμοὺς οὐδὲ τὴν κατʼ ἰδίαν πίστιν ἀθετεῖν·
さらに、法律も慣習も、個人的な信義も無視していない。
λαβόντας γὰρ τὴν ἐπιτροπὴν παρʼ ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην.
進んで何でも望むことを行う決定権を受け取ったにもかかわらず、カルタゴ人が命令に従わないため、このように彼らに対して強制力を及ぼしているのである、と。